6.54.6 τὰ δὲ ἄλλα αὐτὴ πόλις τοῖς πρὶν κειμένοις νόμοις ἐχρῆτο , πλὴν καθ’ ὅσον αἰεί τινα ἐπεμέλοντο σφῶν αὐτῶν ἐν ταῖς ἀρχαῖς εἶναι . καὶ ἄλλοι τε αὐτῶν ἦρξαν τὴν ἐνιαύσιον Ἀθηναίοις ἀρχὴν καὶ Πεισίστρατος Ἱππίου τοῦ τυραννεύσαντος υἱός , τοῦ πάππου ἔχων τοὔνομα , ὃς τῶν δώδεκα θεῶν βωμὸν τὸν ἐν τῇ ἀγορᾷ ἄρχων ἀνέθηκε καὶ τὸν τοῦ Ἀπόλλωνος ἐν Πυθίου .
6.54.7 καὶ τῷ μὲν ἐν τῇ ἀγορᾷ προσοικοδομήσας ὕστερον δῆμος Ἀθηναίων μεῖζον μῆκος τοῦ βωμοῦ ἠφάνισε τοὐπίγραμμα · τοῦ δ’ ἐν Πυθίου ἔτι καὶ νῦν δῆλόν ἐστιν ἀμυδροῖς γράμμασι λέγον τάδε · " μνῆμα τόδ’ ἧς ἀρχῆς Πεισίστρατος Ἱππίου υἱός θῆκεν Ἀπόλλωνος Πυθίου ἐν τεμένει . "
6.55.1 ὅτι δὲ πρεσβύτατος ὢν Ἱππίας ἦρξεν , εἰδὼς μὲν καὶ ἀκοῇ ἀκριβέστερον ἄλλων ἰσχυρίζομαι , γνοίη δ’ ἄν τις καὶ αὐτῷ τούτῳ · παῖδες γὰρ αὐτῷ μόνῳ φαίνονται τῶν γνησίων ἀδελφῶν γενόμενοι , ὡς τε βωμὸς σημαίνει καὶ στήλη περὶ τῆς τῶν τυράννων ἀδικίας ἐν τῇ Ἀθηναίων ἀκροπόλει σταθεῖσα , ἐν Θεσσαλοῦ μὲν οὐδ’ Ἱππάρχου οὐδεὶς παῖς γέγραπται , Ἱππίου δὲ πέντε , οἳ αὐτῷ ἐκ Μυρρίνης τῆς Καλλίου τοῦ Ὑπεροχίδου θυγατρὸς ἐγένοντο · εἰκὸς γὰρ ἦν τὸν πρεσβύτατον πρῶτον γῆμαι .
6.55.2 καὶ ἐν τῇ αὐτῇ στήλῃ πρῶτος γέγραπται μετὰ τὸν πατέρα , οὐδὲ τοῦτο ἀπεοικότως διὰ τὸ πρεσβεύειν τε ἀπ’ αὐτοῦ καὶ τυραννεῦσαι .