6.33.3 ὡς οὖν ἐν τάχει παρεσομένων , ὁρᾶτε ἀπὸ τῶν ὑπαρχόντων ὅτῳ τρόπῳ κάλλιστα ἀμυνεῖσθε αὐτούς , καὶ μήτε καταφρονήσαντες ἄφαρκτοι ληφθήσεσθε μήτε ἀπιστήσαντες τοῦ ξύμπαντος ἀμελήσετε .
6.33.4 εἰ δέ τῳ καὶ πιστά , τὴν τόλμαν αὐτῶν καὶ δύναμιν μὴ ἐκπλαγῇ . οὔτε γὰρ βλάπτειν ἡμᾶς πλείω οἷοί τ’ ἔσονται πάσχειν , οὔθ’ ὅτι μεγάλῳ στόλῳ ἐπέρχονται , ἀνωφελεῖς , ἀλλὰ πρός τε τοὺς ἄλλους Σικελιώτας πολὺ ἄμεινον ( μᾶλλον γὰρ ἐθελήσουσιν ἐκπλαγέντες ἡμῖν ξυμμαχεῖν ) , καὶ ἢν ἄρα κατεργασώμεθα αὐτοὺς ἀπράκτους ὧν ἐφίενται ἀπώσωμεν ( οὐ γὰρ δὴ μὴ τύχωσί γε ὧν προσδέχονται φοβοῦμαι ) , κάλλιστον δὴ ἔργον ἡμῖν ξυμβήσεται , καὶ οὐκ ἀνέλπιστον ἔμοιγε .
6.33.5 ὀλίγοι γὰρ δὴ στόλοι μεγάλοι Ἑλλήνων βαρβάρων πολὺ ἀπὸ τῆς ἑαυτῶν ἀπάραντες κατώρθωσαν . οὔτε γὰρ πλείους τῶν ἐνοικούντων καὶ ἀστυγειτόνων ἔρχονται ( πάντα γὰρ ὑπὸ δέους ξυνίσταται ) , ἤν τε δι’ ἀπορίαν τῶν ἐπιτηδείων ἐν ἀλλοτρίᾳ γῇ σφαλῶσι , τοῖς ἐπιβουλευθεῖσιν ὄνομα , κἂν περὶ σφίσιν αὐτοῖς τὰ πλείω πταίσωσιν , ὅμως καταλείπουσιν .
6.33.6 ὅπερ καὶ Ἀθηναῖοι αὐτοὶ οὗτοι , τοῦ Μήδου παρὰ λόγον πολλὰ σφαλέντος , ἐπὶ τῷ ὀνόματι ὡς ἐπ’ Ἀθήνας ᾔει ηὐξήθησαν , καὶ ἡμῖν οὐκ ἀνέλπιστον τὸ τοιοῦτο ξυμβῆναι .