6.32.2 ξυνεπηύχοντο δὲ καὶ ἄλλος ὅμιλος ἐκ τῆς γῆς τῶν τε πολιτῶν καὶ εἴ τις ἄλλος εὔνους παρῆν σφίσιν . παιανίσαντες δὲ καὶ τελεώσαντες τὰς σπονδὰς ἀνήγοντο , καὶ ἐπὶ κέρως τὸ πρῶτον ἐκπλεύσαντες ἅμιλλαν ἤδη μέχρι Αἰγίνης ἐποιοῦντο . καὶ οἱ μὲν ἐς τὴν Κέρκυραν , ἔνθαπερ καὶ τὸ ἄλλο στράτευμα τῶν ξυμμάχων ξυνελέγετο , ἠπείγοντο ἀφικέσθαι .
6.32.3 ἐς δὲ τὰς Συρακούσας ἠγγέλλετο μὲν πολλαχόθεν τὰ περὶ τοῦ ἐπίπλου , οὐ μέντοι ἐπιστεύετο ἐπὶ πολὺν χρόνον οὐδέν , ἀλλὰ καὶ γενομένης ἐκκλησίας ἐλέχθησαν τοιοίδε λόγοι ἀπό τε ἄλλων , τῶν μὲν πιστευόντων τὰ περὶ τῆς στρατείας τῆς τῶν Ἀθηναίων , τῶν δὲ τὰ ἐναντία λεγόντων , καὶ Ἑρμοκράτης Ἕρμωνος παρελθὼν αὐτοῖς , ὡς σαφῶς οἰόμενος εἰδέναι τὰ περὶ αὐτῶν , ἔλεγε καὶ παρῄνει τοιάδε .
6.33.1 " ἄπιστα μὲν ἴσως , ὥσπερ καὶ ἄλλοι τινές , δόξω ὑμῖν περὶ τοῦ ἐπίπλου τῆς ἀληθείας λέγειν , καὶ γιγνώσκω ὅτι οἱ τὰ μὴ πιστὰ δοκοῦντα εἶναι λέγοντες ἀπαγγέλλοντες οὐ μόνον οὐ πείθουσιν , ἀλλὰ καὶ ἄφρονες δοκοῦσιν εἶναι · ὅμως δὲ οὐ καταφοβηθεὶς ἐπισχήσω κινδυνευούσης τῆς πόλεως , πείθων γε ἐμαυτὸν σαφέστερόν τι ἑτέρου εἰδὼς λέγειν .
6.33.2 Ἀθηναῖοι γὰρ ἐφ’ ὑμᾶς , πάνυ θαυμάζετε , πολλῇ στρατιᾷ ὥρμηνται καὶ ναυτικῇ καὶ πεζῇ , πρόφασιν μὲν Ἐγεσταίων ξυμμαχίᾳ καὶ Λεοντίνων κατοικίσει , τὸ δὲ ἀληθὲς Σικελίας ἐπιθυμίᾳ , μάλιστα δὲ τῆς ἡμετέρας πόλεως , ἡγούμενοι , εἰ ταύτην σχοῖεν , ῥᾳδίως καὶ τἆλλα ἕξειν .