6.20.4 πολλοὶ μὲν γὰρ ὁπλῖται ἔνεισι καὶ τοξόται καὶ ἀκοντισταί , πολλαὶ δὲ τριήρεις καὶ ὄχλος πληρώσων αὐτάς . χρήματά τ’ ἔχουσι τὰ μὲν ἴδια , τὰ δὲ καὶ ἐν τοῖς ἱεροῖς ἐστὶ Σελινουντίοις , Συρακοσίοις δὲ καὶ ἀπὸ βαρβάρων τινῶν ἀπαρχὴ ἐσφέρεται · δὲ μάλιστα ἡμῶν προύχουσιν , ἵππους τε πολλοὺς κέκτηνται καὶ σίτῳ οἰκείῳ καὶ οὐκ ἐπακτῷ χρῶνται .
6.21.1 " πρὸς οὖν τοιαύτην δύναμιν οὐ ναυτικῆς καὶ φαύλου στρατιᾶς μόνον δεῖ , ἀλλὰ καὶ πεζὸν πολὺν ξυμπλεῖν , εἴπερ βουλόμεθα ἄξιον τῆς διανοίας δρᾶν καὶ μὴ ὑπὸ ἱππέων πολλῶν εἴργεσθαι τῆς γῆς , ἄλλως τε καὶ εἰ ξυστῶσιν αἱ πόλεις φοβηθεῖσαι καὶ μὴ ἀντιπαράσχωσιν ἡμῖν φίλοι τινὲς γενόμενοι ἄλλοι Ἐγεσταῖοι ἀμυνούμεθα ἱππικόν
6.21.2 ( αἰσχρὸν δὲ βιασθέντας ἀπελθεῖν ὕστερον ἐπιμεταπέμπεσθαι , τὸ πρῶτον ἀσκέπτως βουλευσαμένους ) · αὐτόθεν δὲ παρασκευῇ ἀξιόχρεῳ ἐπιέναι , γνόντας ὅτι πολύ τε ἀπὸ τῆς ἡμετέρας αὐτῶν μέλλομεν πλεῖν καὶ οὐκ ἐν τῷ ὁμοίῳ στρατευσόμενοι καὶ ὅτε ἐν τοῖς τῇδε ὑπηκόοις ξύμμαχοι ἤλθετε ἐπί τινα , ὅθεν ῥᾴδιαι αἱ κομιδαὶ ἐκ τῆς φιλίας ὧν προσέδει , ἀλλ’ ἐς ἀλλοτρίαν πᾶσαν ἀπαρτήσοντες , ἐξ ἧς μηνῶν οὐδὲ τεσσάρων τῶν χειμερινῶν ἄγγελον ῥᾴδιον ἐλθεῖν .