5.98.1 ΜΗΛ . - ἐν δ’ ἐκείνῳ οὐ νομίζετε ἀσφάλειαν ; δεῖ γὰρ αὖ καὶ ἐνταῦθα , ὥσπερ ὑμεῖς τῶν δικαίων λόγων ἡμᾶς ἐκβιβάσαντες τῷ ὑμετέρῳ ξυμφόρῳ ὑπακούειν πείθετε , καὶ ἡμᾶς τὸ ἡμῖν χρήσιμον διδάσκοντας , εἰ τυγχάνει καὶ ὑμῖν τὸ αὐτὸ ξυμβαῖνον , πειρᾶσθαι πείθειν . ὅσοι γὰρ νῦν μηδετέροις ξυμμαχοῦσι , πῶς οὐ πολεμώσεσθε αὐτούς , ὅταν ἐς τάδε βλέψαντες ἡγήσωνταί ποτε ὑμᾶς καὶ ἐπὶ σφᾶς ἥξειν ; κἀν τούτῳ τί ἄλλο τοὺς μὲν ὑπάρχοντας πολεμίους μεγαλύνετε , τοὺς δὲ μηδὲ μελλήσαντας γενέσθαι ἄκοντας ἐπάγεσθε ;
5.99.1 ΑΘ . - οὐ γὰρ νομίζομεν ἡμῖν τούτους δεινοτέρους ὅσοι ἠπειρῶταί που ὄντες τῷ ἐλευθέρῳ πολλὴν τὴν διαμέλλησιν τῆς πρὸς ἡμᾶς φυλακῆς ποιήσονται , ἀλλὰ τοὺς νησιώτας τέ που ἀνάρκτους , ὥσπερ ὑμᾶς , καὶ τοὺς ἤδη τῆς ἀρχῆς τῷ ἀναγκαίῳ παροξυνομένους . οὗτοι γὰρ πλεῖστ’ ἂν τῷ ἀλογίστῳ ἐπιτρέψαντες σφᾶς τε αὐτοὺς καὶ ἡμᾶς ἐς προῦπτον κίνδυνον καταστήσειαν .
5.100.1 ΜΗΛ . - που ἄρα , εἰ τοσαύτην γε ὑμεῖς τε μὴ παυθῆναι ἀρχῆς καὶ οἱ δουλεύοντες ἤδη ἀπαλλαγῆναι τὴν παρακινδύνευσιν ποιοῦνται , ἡμῖν γε τοῖς ἔτι ἐλευθέροις πολλὴ κακότης καὶ δειλία μὴ πᾶν πρὸ τοῦ δουλεῦσαι ἐπεξελθεῖν .
5.101.1 ΑΘ . - οὔκ , ἤν γε σωφρόνως βουλεύησθε · οὐ γὰρ περὶ ἀνδραγαθίας ἀγὼν ἀπὸ τοῦ ἴσου ὑμῖν , μὴ αἰσχύνην ὀφλεῖν , περὶ δὲ σωτηρίας μᾶλλον βουλή , πρὸς τοὺς κρείσσονας πολλῷ μὴ ἀνθίστασθαι .