5.89.1 ΑΘ . - ἡμεῖς τοίνυν οὔτε αὐτοὶ μετ’ ὀνομάτων καλῶν , ὡς δικαίως τὸν Μῆδον καταλύσαντες ἄρχομεν ἀδικούμενοι νῦν ἐπεξερχόμεθα , λόγων μῆκος ἄπιστον παρέξομεν , οὔθ’ ὑμᾶς ἀξιοῦμεν ὅτι Λακεδαιμονίων ἄποικοι ὄντες οὐ ξυνεστρατεύσατε ὡς ἡμᾶς οὐδὲν ἠδικήκατε λέγοντας οἴεσθαι πείσειν , τὰ δυνατὰ δ’ ἐξ ὧν ἑκάτεροι ἀληθῶς φρονοῦμεν διαπράσσεσθαι , ἐπισταμένους πρὸς εἰδότας ὅτι δίκαια μὲν ἐν τῷ ἀνθρωπείῳ λόγῳ ἀπὸ τῆς ἴσης ἀνάγκης κρίνεται , δυνατὰ δὲ οἱ προύχοντες πράσσουσι καὶ οἱ ἀσθενεῖς ξυγχωροῦσιν .
5.90.1 ΜΗΛ . - ἧι μὲν δὴ νομίζομέν γε , χρήσιμον ( ἀνάγκη γάρ , ἐπειδη ) ὑμεῖς οὕτω παρὰ τὸ δίκαιον τὸ ξυμφέρον λέγειν ὑπέθεσθἐ μὴ καταλύειν ὑμᾶς τὸ κοινὸν ἀγαθόν , ἀλλὰ τῷ αἰεὶ ἐν κινδύνῳ γιγνομένῳ εἶναι τὰ εἰκότα καὶ δίκαια , καί τι καὶ ἐντὸς τοῦ ἀκριβοῦς πείσαντά τινα ὠφεληθῆναι . καὶ πρὸς ὑμῶν οὐχ ἧσσον τοῦτο , ὅσῳ καὶ ἐπὶ μεγίστῃ τιμωρίᾳ σφαλέντες ἂν τοῖς ἄλλοις παράδειγμα γένοισθε .
5.91.1 ΑΘ . - ἡμεῖς δὲ τῆς ἡμετέρας ἀρχῆς , ἢν καὶ παυθῇ , οὐκ ἀθυμοῦμεν τὴν τελευτήν · οὐ γὰρ οἱ ἄρχοντες ἄλλων , ὥσπερ καὶ Λακεδαιμόνιοι , οὗτοι δεινοὶ τοῖς νικηθεῖσιν ( ἔστι δὲ οὐ πρὸς Λακεδαιμονίους ἡμῖν ἀγών ) , ἀλλ’ ἢν οἱ ὑπήκοοί που τῶν ἀρξάντων αὐτοὶ ἐπιθέμενοι κρατήσωσιν .