5.85.1 οἱ δὲ τῶν Ἀθηναίων πρέσβεις ἔλεγον τοιάδε . " ἐπειδὴ οὐ πρὸς τὸ πλῆθος οἱ λόγοι γίγνονται , ὅπως δὴ μὴ ξυνεχεῖ ῥήσει οἱ πολλοὶ ἐπαγωγὰ καὶ ἀνέλεγκτα ἐσάπαξ ἀκούσαντες ἡμῶν ἀπατηθῶσιν ( γιγνώσκομεν γὰρ ὅτι τοῦτο φρονεῖ ἡμῶν ἐς τοὺς ὀλίγους ἀγωγή ) , ὑμεῖς οἱ καθήμενοι ἔτι ἀσφαλέστερον ποιήσατε . καθ’ ἕκαστον γὰρ καὶ μηδ’ ὑμεῖς ἑνὶ λόγῳ , ἀλλὰ πρὸς τὸ μὴ δοκοῦν ἐπιτηδείως λέγεσθαι εὐθὺς ὑπολαμβάνοντες κρίνετε . καὶ πρῶτον εἰ ἀρέσκει ὡς λέγομεν εἴπατε . "
5.86.1 οἱ δὲ τῶν Μηλίων ξύνεδροι ἀπεκρίναντο " μὲν ἐπιείκεια τοῦ διδάσκειν καθ’ ἡσυχίαν ἀλλήλους οὐ ψέγεται , τὰ δὲ τοῦ πολέμου παρόντα ἤδη καὶ οὐ μέλλοντα διαφέροντα αὐτοῦ φαίνεται . ὁρῶμεν γὰρ αὐτούς τε κριτὰς ἥκοντας ὑμᾶς τῶν λεχθησομένων καὶ τὴν τελευτὴν ἐξ αὐτοῦ κατὰ τὸ εἰκὸς περιγενομένοις μὲν τῷ δικαίῳ καὶ δι’ αὐτὸ μὴ ἐνδοῦσι πόλεμον ἡμῖν φέρουσαν , πεισθεῖσι δὲ δουλείαν . "
5.87.1 ΑΘ . - εἰ μὲν τοίνυν ὑπονοίας τῶν μελλόντων λογιούμενοι ἄλλο τι ξυνήκετε ἐκ τῶν παρόντων καὶ ὧν ὁρᾶτε περὶ σωτηρίας βουλεύσοντες τῇ πόλει , παυοίμεθ’ ἄν · εἰ δ’ ἐπὶ τοῦτο , λέγοιμεν ἄν .
5.88.1 ΜΗΛ . - εἰκὸς μὲν καὶ ξυγγνώμη ἐν τῷ τοιῷδε καθεστῶτας ἐπὶ πολλὰ καὶ λέγοντας καὶ δοκοῦντας τρέπεσθαι · μέντοι ξύνοδος καὶ περὶ σωτηρίας ἥδε πάρεστι , καὶ λόγος προκαλεῖσθε τρόπῳ , εἰ δοκεῖ , γιγνέσθω .