5.82.5 δὲ δῆμος τῶν Ἀργείων ἐν τούτῳ φοβούμενος τοὺς Λακεδαιμονίους καὶ τὴν τῶν Ἀθηναίων ξυμμαχίαν πάλιν προσαγόμενός τε καὶ νομίζων μέγιστον ἂν σφᾶς ὠφελῆσαι , τειχίζει μακρὰ τείχη ἐς θάλασσαν , ὅπως , ἢν τῆς γῆς εἴργωνται , κατὰ θάλασσαν σφᾶς μετὰ τῶν Ἀθηναίων ἐπαγωγὴ τῶν ἐπιτηδείων ὠφελῇ .
5.82.6 ξυνῄδεσαν δὲ τὸν τειχισμὸν καὶ τῶν ἐν Πελοποννήσῳ τινὲς πόλεων . καὶ οἱ μὲν Ἀργεῖοι πανδημεί , καὶ αὐτοὶ καὶ γυναῖκες καὶ οἰκέται , ἐτείχιζον · καὶ ἐκ τῶν Ἀθηνῶν αὐτοῖς ἦλθον τέκτονες καὶ λιθουργοί . καὶ τὸ θέρος ἐτελεύτα .
5.83.1 τοῦ δ’ ἐπιγιγνομένου χειμῶνος Λακεδαιμόνιοι ὡς ᾔσθοντο τειχιζόντων , ἐστράτευσαν ἐς τὸ Ἄργος αὐτοί τε καὶ οἱ ξύμμαχοι πλὴν Κορινθίων · ὑπῆρχε δέ τι αὐτοῖς καὶ ἐκ τοῦ Ἄργους αὐτόθεν πρασσόμενον . ἦγε δὲ τὴν στρατιὰν Ἆγις Ἀρχιδάμου Λακεδαιμονίων βασιλεύς .
5.83.2 καὶ τὰ μὲν ἐκ τῆς πόλεως δοκοῦντα προϋπάρχειν οὐ προυχώρησεν ἔτι · τὰ δὲ οἰκοδομούμενα τείχη ἑλόντες καὶ καταβαλόντες καὶ Ὑσιὰς χωρίον τῆς Ἀργείας λαβόντες καὶ τοὺς ἐλευθέρους ἅπαντας οὓς ἔλαβον ἀποκτείναντες ἀνεχώρησαν καὶ διελύθησαν κατὰ πόλεις .
5.83.3 ἐστράτευσαν δὲ μετὰ τοῦτο καὶ Ἀργεῖοι ἐς τὴν Φλειασίαν καὶ δῃώσαντες ἀπῆλθον , ὅτι σφῶν τοὺς φυγάδας ὑπεδέχοντο · οἱ γὰρ πολλοὶ αὐτῶν ἐνταῦθα κατῴκηντο .