5.81.2 καὶ Λακεδαιμόνιοι καὶ Ἀργεῖοι , χίλιοι ἑκάτεροι , ξυστρατεύσαντες τά τ’ ἐν Σικυῶνι ἐς ὀλίγους μᾶλλον κατέστησαν αὐτοὶ οἱ Λακεδαιμόνιοι ἐλθόντες , καὶ μετ’ ἐκεῖνα ξυναμφότεροι ἤδη καὶ τὸν ἐν Ἄργει δῆμον κατέλυσαν , καὶ ὀλιγαρχία ἐπιτηδεία τοῖς Λακεδαιμονίοις κατέστη . καὶ πρὸς ἔαρ ἤδη ταῦτα ἦν τοῦ χειμῶνος λήγοντος , καὶ τέταρτον καὶ δέκατον ἔτος τῷ πολέμῳ ἐτελεύτα .
5.82.1 τοῦ δ’ ἐπιγιγνομένου θέρους Διῆς τε οἱ ἐν Ἄθῳ ἀπέστησαν Ἀθηναίων πρὸς Χαλκιδέας , καὶ Λακεδαιμόνιοι τὰ ἐν Ἀχαΐᾳ οὐκ ἐπιτηδείως πρότερον ἔχοντα καθίσταντο .
5.82.2 καὶ Ἀργείων δῆμος κατ’ ὀλίγον ξυνιστάμενός τε καὶ ἀναθαρσήσας ἐπέθεντο τοῖς ὀλίγοις , τηρήσαντες αὐτὰς τὰς γυμνοπαιδίας τῶν Λακεδαιμονίων · καὶ μάχης γενομένης ἐν τῇ πόλει ἐπεκράτησεν δῆμος , καὶ τοὺς μὲν ἀπέκτεινε , τοὺς δὲ ἐξήλασεν .
5.82.3 οἱ δὲ Λακεδαιμόνιοι , ἕως μὲν αὐτοὺς μετεπέμποντο οἱ φίλοι , οὐκ ἦλθον ἐκ πλέονος , ἀναβαλόμενοι δὲ τὰς γυμνοπαιδίας ἐβοήθουν . καὶ ἐν Τεγέᾳ πυθόμενοι ὅτι νενίκηνται οἱ ὀλίγοι , προελθεῖν μὲν οὐκέτι ἠθέλησαν δεομένων τῶν διαπεφευγότων , ἀναχωρήσαντες δὲ ἐπ’ οἴκου τὰς γυμνοπαιδίας ἦγον .
5.82.4 καὶ ὕστερον ἐλθόντων πρέσβεων ἀπό τε τῶν ἐν τῇ πόλει [ ἀγγέλων ] καὶ τῶν ἔξω Ἀργείων , παρόντων τε τῶν ξυμμάχων καὶ ῥηθέντων πολλῶν ἀφ’ ἑκατέρων ἔγνωσαν μὲν ἀδικεῖν τοὺς ἐν τῇ πόλει , καὶ ἔδοξεν αὐτοῖς στρατεύειν ἐς Ἄργος , διατριβαὶ δὲ καὶ μελλήσεις ἐγίγνοντο .