5.67.2 Λακεδαιμόνιοι μὲν οὕτως ἐτάξαντο · οἱ δ’ ἐναντίοι αὐτοῖς δεξιὸν μὲν κέρας Μαντινῆς εἶχον , ὅτι ἐν τῇ ἐκείνων τὸ ἔργον ἐγίγνετο , παρὰ δ’ αὐτοὺς οἱ ξύμμαχοι Ἀρκάδων ἦσαν , ἔπειτα Ἀργείων οἱ χίλιοι λογάδες , οἷς πόλις ἐκ πολλοῦ ἄσκησιν τῶν ἐς τὸν πόλεμον δημοσίᾳ παρεῖχε , καὶ ἐχόμενοι αὐτῶν οἱ ἄλλοι Ἀργεῖοι , καὶ μετ’ αὐτοὺς οἱ ξύμμαχοι αὐτῶν , Κλεωναῖοι καὶ Ὀρνεᾶται , ἔπειτα Ἀθηναῖοι ἔσχατοι τὸ εὐώνυμον κέρας ἔχοντες , καὶ ἱππῆς μετ’ αὐτῶν οἱ οἰκεῖοι .
5.68.1 τάξις μὲν ἥδε καὶ παρασκευὴ ἀμφοτέρων ἦν , τὸ δὲ στρατόπεδον τῶν Λακεδαιμονίων μεῖζον ἐφάνη .
5.68.2 ἀριθμὸν δὲ γράψαι καθ’ ἑκάστους ἑκατέρων ξύμπαντας οὐκ ἂν ἐδυνάμην ἀκριβῶς · τὸ μὲν γὰρ Λακεδαιμονίων πλῆθος διὰ τῆς πολιτείας τὸ κρυπτὸν ἠγνοεῖτο , τῶν δ’ αὖ διὰ τὸ ἀνθρώπειον κομπῶδες ἐς τὰ οἰκεῖα πλήθη ἠπιστεῖτο . ἐκ μέντοι τοιοῦδε λογισμοῦ ἔξεστί τῳ σκοπεῖν τὸ Λακεδαιμονίων τότε παραγενόμενον πλῆθος .
5.68.3 λόχοι μὲν γὰρ ἐμάχοντο ἑπτὰ ἄνευ Σκιριτῶν ὄντων ἑξακοσίων , ἐν δὲ ἑκάστῳ λόχῳ πεντηκοστύες ἦσαν τέσσαρες , καὶ ἐν τῇ πεντηκοστύι ἐνωμοτίαι τέσσαρες . τῆς τε ἐνωμοτίας ἐμάχοντο ἐν τῷ πρώτῳ ζυγῷ τέσσαρες · ἐπὶ δὲ βάθος ἐτάξαντο μὲν οὐ πάντες ὁμοίως , ἀλλ’ ὡς λοχαγὸς ἕκαστος ἐβούλετο , ἐπὶ πᾶν δὲ κατέστησαν ἐπὶ ὀκτώ . παρὰ δὲ ἅπαν πλὴν Σκιριτῶν τετρακόσιοι καὶ δυοῖν δέοντες πεντήκοντα ἄνδρες πρώτη τάξις ἦν .