5.66.2 μάλιστα δὴ Λακεδαιμόνιοι ἐς ἐμέμνηντο ἐν τούτῳ τῷ καιρῷ ἐξεπλάγησαν . διὰ βραχείας γὰρ μελλήσεως παρασκευὴ αὐτοῖς ἐγίγνετο , καὶ εὐθὺς ὑπὸ σπουδῆς καθίσταντο ἐς κόσμον τὸν ἑαυτῶν , Ἄγιδος τοῦ βασιλέως ἕκαστα ἐξηγουμένου κατὰ τὸν νόμον .
5.66.3 βασιλέως γὰρ ἄγοντος ὑπ’ ἐκείνου πάντα ἄρχεται , καὶ τοῖς μὲν πολεμάρχοις αὐτὸς φράζει τὸ δέον , οἱ δὲ τοῖς λοχαγοῖς , ἐκεῖνοι δὲ τοῖς πεντηκοντῆρσιν , αὖθις δ’ οὗτοι τοῖς ἐνωμοτάρχοις καὶ οὗτοι τῇ ἐνωμοτίᾳ .
5.66.4 καὶ αἱ παραγγέλσεις , ἤν τι βούλωνται , κατὰ τὰ αὐτὰ χωροῦσι καὶ ταχεῖαι ἐπέρχονται · σχεδὸν γάρ τι πᾶν πλὴν ὀλίγου τὸ στρατόπεδον τῶν Λακεδαιμονίων ἄρχοντες ἀρχόντων εἰσί , καὶ τὸ ἐπιμελὲς τοῦ δρωμένου πολλοῖς προσήκει .
5.67.1 τότε δὲ κέρας μὲν εὐώνυμον Σκιρῖται αὐτοῖς καθίσταντο , αἰεὶ ταύτην τὴν τάξιν μόνοι Λακεδαιμονίων ἐπὶ σφῶν αὐτῶν ἔχοντες · παρὰ δ’ αὐτοὺς οἱ ἀπὸ Θρᾴκης Βρασίδειοι στρατιῶται καὶ νεοδαμώδεις μετ’ αὐτῶν · ἔπειτ’ ἤδη Λακεδαιμόνιοι αὐτοὶ ἑξῆς καθίστασαν τοὺς λόχους , καὶ παρ’ αὐτοὺς Ἀρκάδων Ἡραιῆς , μετὰ δὲ τούτους Μαινάλιοι , καὶ ἐπὶ τῷ δεξιῷ κέρᾳ Τεγεᾶται καὶ Λακεδαιμονίων ὀλίγοι τὸ ἔσχατον ἔχοντες , καὶ οἱ ἱππῆς αὐτῶν ἐφ’ ἑκατέρῳ τῷ κέρᾳ .