4.131.3 καὶ αὐτῶν οὐ πολὺ ὕστερον ἤδη ἐν ἔργῳ ὄντων οἱ ἐκ τῆς ἀκροπόλεως ἐν τῇ Μένδῃ πολιορκούμενοι ἐπίκουροι βιασάμενοι παρὰ θάλασσαν τὴν φυλακὴν νυκτὸς ἀφικνοῦνται , καὶ διαφυγόντες οἱ πλεῖστοι τὸ ἐπὶ τῇ Σκιώνῃ στρατόπεδον ἐσῆλθον ἐς αὐτήν .
4.132.1 περιτειχιζομένης δὲ τῆς Σκιώνης Περδίκκας τοῖς τῶν Ἀθηναίων στρατηγοῖς ἐπικηρυκευσάμενος ὁμολογίαν ποιεῖται πρὸς τοὺς Ἀθηναίους διὰ τὴν τοῦ Βρασίδου ἔχθραν περὶ τῆς ἐκ τῆς Λύγκου ἀναχωρήσεως , εὐθὺς τότε ἀρξάμενος πράσσειν .
4.132.2 καὶ ( ἐτύγχανε γὰρ τότε Ἰσχαγόρας Λακεδαιμόνιος στρατιὰν μέλλων πεζῇ πορεύσειν ὡς Βρασίδαν ) [ δὲ ] Περδίκκας , ἅμα μὲν κελεύοντος τοῦ Νικίου , ἐπειδὴ ξυνεβεβήκει , ἔνδηλόν τι ποιεῖν τοῖς Ἀθηναίοις βεβαιότητος πέρι , ἅμα δ’ αὐτὸς οὐκέτι βουλόμενος Πελοποννησίους ἐς τὴν αὑτοῦ ἀφικνεῖσθαι , παρασκευάσας τοὺς ἐν Θεσσαλίᾳ ξένους , χρώμενος αἰεὶ τοῖς πρώτοις , διεκώλυσε τὸ στράτευμα καὶ τὴν παρασκευήν , ὥστε μηδὲ πειρᾶσθαι Θεσσαλῶν .
4.132.3 Ἰσχαγόρας μέντοι καὶ Ἀμεινίας καὶ Ἀριστεὺς αὐτοί τε ὡς Βρασίδαν ἀφίκοντο , ἐπιδεῖν πεμψάντων Λακεδαιμονίων τὰ πράγματα , καὶ τῶν ἡβώντων αὐτῶν παρανόμως ἄνδρας ἐξῆγον ἐκ Σπάρτης , ὥστε τῶν πόλεων ἄρχοντας καθιστάναι καὶ μὴ τοῖς ἐντυχοῦσιν ἐπιτρέπειν . καὶ Κλεαρίδαν μὲν τὸν Κλεωνύμου καθίστησιν ἐν Ἀμφιπόλει , Πασιτελίδαν δὲ τὸν Ἡγησάνδρου ἐν Τορώνῃ .
4.133.1 ἐν δὲ τῷ αὐτῷ θέρει Θηβαῖοι Θεσπιῶν τεῖχος περιεῖλον ἐπικαλέσαντες ἀττικισμόν , βουλόμενοι μὲν καὶ αἰεί , παρεσχηκὸς δὲ ῥᾷον ἐπειδὴ καὶ ἐν τῇ πρὸς Ἀθηναίους μάχῃ ὅτι ἦν αὐτῶν ἄνθος ἀπωλώλει .