4.130.4 καί τινος αὐτῷ τῶν ἀπὸ τοῦ δήμου ἀντειπόντος κατὰ τὸ στασιωτικὸν ὅτι οὐκ ἐπέξεισιν οὐδὲ δέοιτο πολεμεῖν , καὶ ὡς ἀντεῖπεν ἐπισπασθέντος τε τῇ χειρὶ ὑπ’ αὐτοῦ καὶ θορυβηθέντος , δῆμος εὐθὺς ἀναλαβὼν τὰ ὅπλα περιοργὴς ἐχώρει ἐπί τε Πελοποννησίους καὶ τοὺς τὰ ἐναντία σφίσι μετ’ αὐτῶν πράξαντας .
4.130.5 καὶ προσπεσόντες τρέπουσιν ἅμα μὲν μάχῃ αἰφνιδίῳ , ἅμα δὲ τοῖς Ἀθηναίοις τῶν πυλῶν ἀνοιγομένων φοβηθέντων · ᾠήθησαν γὰρ ἀπὸ προειρημένου τινὸς αὐτοῖς τὴν ἐπιχείρησιν γενέσθαι .
4.130.6 καὶ οἱ μὲν ἐς τὴν ἀκρόπολιν , ὅσοι μὴ αὐτίκα διεφθάρησαν , κατέφυγον , ἥνπερ καὶ τὸ πρότερον αὐτοὶ εἶχον · οἱ δὲ Ἀθηναῖοι ( ἤδη γὰρ καὶ Νικίας ἐπαναστρέψας πρὸς τῇ πόλει ἦν ) ἐσπεσόντες ἐς τὴν Μένδην πόλιν , ἅτε οὐκ ἀπὸ ξυμβάσεως ἀνοιχθεῖσαν , ἁπάσῃ τῇ στρατιᾷ ὡς κατὰ κράτος ἑλόντες διήρπασαν , καὶ μόλις οἱ στρατηγοὶ κατέσχον ὥστε μὴ καὶ τοὺς ἀνθρώπους διαφθείρεσθαι .
4.130.7 καὶ τοὺς μὲν Μενδαίους μετὰ ταῦτα πολιτεύειν ἐκέλευον ὥσπερ εἰώθεσαν , αὐτοὺς κρίναντας ἐν σφίσιν αὐτοῖς εἴ τινας ἡγοῦνται αἰτίους εἶναι τῆς ἀποστάσεως · τοὺς δ’ ἐν τῇ ἀκροπόλει ἀπετείχισαν ἑκατέρωθεν τείχει ἐς θάλασσαν καὶ φυλακὴν ἐπικαθίσταντο . ἐπειδὴ δὲ τὰ περὶ τὴν Μένδην κατέσχον , ἐπὶ τὴν Σκιώνην ἐχώρουν .
4.131.1 οἱ δὲ ἀντεπεξελθόντες αὐτοὶ καὶ Πελοποννήσιοι ἱδρύθησαν ἐπὶ λόφου καρτεροῦ πρὸ τῆς πόλεως , ὃν εἰ μὴ ἕλοιεν οἱ ἐναντίοι , οὐκ ἐγίγνετο σφῶν περιτείχισις .
4.131.2 προσβαλόντες δ’ αὐτῷ κατὰ κράτος οἱ Ἀθηναῖοι καὶ μάχῃ ἐκκρούσαντες τοὺς ἐπόντας ἐστρατοπεδεύσαντό τε καὶ ἐς τὸν περιτειχισμὸν τροπαῖον στήσαντες παρεσκευάζοντο .