4.108.4 καὶ γὰρ καὶ ἄδεια ἐφαίνετο αὐτοῖς , ἐψευσμένοις μὲν τῆς Ἀθηναίων δυνάμεως ἐπὶ τοσοῦτον ὅση ὕστερον διεφάνη , τὸ δὲ πλέον βουλήσει κρίνοντες ἀσαφεῖ προνοίᾳ ἀσφαλεῖ , εἰωθότες οἱ ἄνθρωποι οὗ μὲν ἐπιθυμοῦσιν ἐλπίδι ἀπερισκέπτῳ διδόναι , δὲ μὴ προσίενται λογισμῷ αὐτοκράτορι διωθεῖσθαι .
4.108.5 ἅμα δὲ τῶν Ἀθηναίων ἐν τοῖς Βοιωτοῖς νεωστὶ πεπληγμένων καὶ τοῦ Βρασίδου ἐφολκὰ καὶ οὐ τὰ ὄντα λέγοντος , ὡς αὐτῷ ἐπὶ Νίσαιαν τῇ ἑαυτοῦ μόνῃ στρατιᾷ οὐκ ἠθέλησαν οἱ Ἀθηναῖοι ξυμβαλεῖν , ἐθάρσουν καὶ ἐπίστευον μηδένα ἂν ἐπὶ σφᾶς βοηθῆσαι .
4.108.6 τὸ δὲ μέγιστον , διὰ τὸ ἡδονὴν ἔχον ἐν τῷ αὐτίκα καὶ ὅτι τὸ πρῶτον Λακεδαιμονίων ὀργώντων ἔμελλον πειράσεσθαι , κινδυνεύειν παντὶ τρόπῳ ἑτοῖμοι ἦσαν . ὧν αἰσθανόμενοι οἱ μὲν Ἀθηναῖοι φυλακάς , ὡς ἐξ ὀλίγου καὶ ἐν χειμῶνι , διέπεμπον ἐς τὰς πόλεις , δὲ ἐς τὴν Λακεδαίμονα ἐφιέμενος στρατιάν τε προσαποστέλλειν ἐκέλευε καὶ αὐτὸς ἐν τῷ Στρυμόνι ναυπηγίαν τριήρων παρεσκευάζετο .
4.108.7 οἱ δὲ Λακεδαιμόνιοι τὰ μὲν καὶ φθόνῳ ἀπὸ τῶν πρώτων ἀνδρῶν οὐχ ὑπηρέτησαν αὐτῷ , τὰ δὲ καὶ βουλόμενοι μᾶλλον τούς τε ἄνδρας τοὺς ἐκ τῆς νήσου κομίσασθαι καὶ τὸν πόλεμον καταλῦσαι .
4.109.1 τοῦ δ’ αὐτοῦ χειμῶνος Μεγαρῆς τε τὰ μακρὰ τείχη , σφῶν οἱ Ἀθηναῖοι εἶχον , κατέσκαψαν ἑλόντες ἐς ἔδαφος , καὶ Βρασίδας μετὰ τὴν Ἀμφιπόλεως ἅλωσιν ἔχων τοὺς ξυμμάχους στρατεύει ἐπὶ τὴν Ἀκτὴν καλουμένην .
4.109.2 ἔστι δὲ ἀπὸ τοῦ βασιλέως διορύγματος ἔσω προύχουσα , καὶ Ἄθως αὐτῆς ὄρος ὑψηλὸν τελευτᾷ ἐς τὸ Αἰγαῖον πέλαγος .