4.107.2 δὲ πρὸς μὲν τὴν Ἠιόνα κατά τε τὸν ποταμὸν πολλοῖς πλοίοις ἄφνω καταπλεύσας , εἴ πως τὴν προύχουσαν ἄκραν ἀπὸ τοῦ τείχους λαβὼν κρατοίη τοῦ ἔσπλου , καὶ κατὰ γῆν ἀποπειράσας ἅμα , ἀμφοτέρωθεν ἀπεκρούσθη , τὰ δὲ περὶ τὴν Ἀμφίπολιν ἐξηρτύετο .
4.107.3 καὶ Μύρκινός τε αὐτῷ προσεχώρησεν Ἠδωνικὴ πόλις , Πιττακοῦ τοῦ Ἠδώνων βασιλέως ἀποθανόντος ὑπὸ τῶν Γοάξιος παίδων καὶ Βραυροῦς τῆς γυναικὸς αὐτοῦ , καὶ Γαληψὸς οὐ πολλῷ ὕστερον καὶ Οἰσύμη · εἰσὶ δὲ αὗται Θασίων ἀποικίαι . παρὼν δὲ καὶ Περδίκκας εὐθὺς μετὰ τὴν ἅλωσιν ξυγκαθίστη ταῦτα .
4.108.1 ἐχομένης δὲ τῆς Ἀμφιπόλεως οἱ Ἀθηναῖοι ἐς μέγα δέος κατέστησαν , ἄλλως τε καὶ ὅτι πόλις αὐτοῖς ἦν ὠφέλιμος ξύλων τε ναυπηγησίμων πομπῇ καὶ χρημάτων προσόδῳ , καὶ ὅτι μέχρι μὲν τοῦ Στρυμόνος ἦν πάροδος Θεσσαλῶν διαγόντων ἐπὶ τοὺς ξυμμάχους σφῶν τοῖς Λακεδαιμονίοις , τῆς δὲ γεφύρας μὴ κρατούντων , ἄνωθεν μὲν μεγάλης οὔσης ἐπὶ πολὺ λίμνης τοῦ ποταμοῦ , τὰ δὲ πρὸς Ἠιόνα τριήρεσι τηρουμένων , οὐκ ἂν δύνασθαι προελθεῖν · τότε δὲ ῥᾴδια ἤδη [ ἐνόμιζεν ] γεγενῆσθαι . καὶ τοὺς ξυμμάχους ἐφοβοῦντο μὴ ἀποστῶσιν .
4.108.2 γὰρ Βρασίδας ἔν τε τοῖς ἄλλοις μέτριον ἑαυτὸν παρεῖχε , καὶ ἐν τοῖς λόγοις πανταχοῦ ἐδήλου ὡς ἐλευθερώσων τὴν Ἑλλάδα ἐκπεμφθείη .
4.108.3 καὶ αἱ πόλεις πυνθανόμεναι αἱ τῶν Ἀθηναίων ὑπήκοοι τῆς τε Ἀμφιπόλεως τὴν ἅλωσιν καὶ παρέχεται , τήν τε ἐκείνου πραότητα , μάλιστα δὴ ἐπήρθησαν ἐς τὸ νεωτερίζειν , καὶ ἐπεκηρυκεύοντο πρὸς αὐτὸν κρύφα , ἐπιπαριέναι τε κελεύοντες καὶ βουλόμενοι αὐτοὶ ἕκαστοι πρῶτοι ἀποστῆναι .