4.21.3 μάλιστα δὲ αὐτοὺς ἐνῆγε Κλέων Κλεαινέτου , ἀνὴρ δημαγωγὸς κατ’ ἐκεῖνον τὸν χρόνον ὢν καὶ τῷ πλήθει πιθανώτατος · καὶ ἔπεισεν ἀποκρίνασθαι ὡς χρὴ τὰ μὲν ὅπλα καὶ σφᾶς αὐτοὺς τοὺς ἐν τῇ νήσῳ παραδόντας πρῶτον κομισθῆναι Ἀθήναζε , ἐλθόντων δὲ ἀποδόντας Λακεδαιμονίους Νίσαιαν καὶ Πηγὰς καὶ Τροιζῆνα καὶ Ἀχαΐαν , οὐ πολέμῳ ἔλαβον , ἀλλ’ ἀπὸ τῆς προτέρας ξυμβάσεως Ἀθηναίων ξυγχωρησάντων κατὰ ξυμφορὰς καὶ ἐν τῷ τότε δεομένων τι μᾶλλον σπονδῶν , κομίσασθαι τοὺς ἄνδρας καὶ σπονδὰς ποιήσασθαι ὁπόσον ἂν δοκῇ χρόνον ἀμφοτέροις .
4.22.1 οἱ δὲ πρὸς μὲν τὴν ἀπόκρισιν οὐδὲν ἀντεῖπον , ξυνέδρους δὲ σφίσιν ἐκέλευον ἑλέσθαι οἵτινες λέγοντες καὶ ἀκούοντες περὶ ἑκάστου ξυμβήσονται κατὰ ἡσυχίαν ὅτι ἂν πείθωσιν ἀλλήλους .
4.22.2 Κλέων δὲ ἐνταῦθα δὴ πολὺς ἐνέκειτο , λέγων γιγνώσκειν μὲν καὶ πρότερον οὐδὲν ἐν νῷ ἔχοντας δίκαιον αὐτούς , σαφὲς δ’ εἶναι καὶ νῦν , οἵτινες τῷ μὲν πλήθει οὐδὲν ἐθέλουσιν εἰπεῖν , ὀλίγοις δὲ ἀνδράσι ξύνεδροι βούλονται γίγνεσθαι · ἀλλὰ εἴ τι ὑγιὲς διανοοῦνται , λέγειν ἐκέλευσεν ἅπασιν .
4.22.3 ὁρῶντες δὲ οἱ Λακεδαιμόνιοι οὔτε σφίσιν οἷόν τε ὂν ἐν πλήθει εἰπεῖν , εἴ τι καὶ ὑπὸ τῆς ξυμφορᾶς ἐδόκει αὐτοῖς ξυγχωρεῖν , μὴ ἐς τοὺς ξυμμάχους διαβληθῶσιν εἰπόντες καὶ οὐ τυχόντες , οὔτε τοὺς Ἀθηναίους ἐπὶ μετρίοις ποιήσοντας προυκαλοῦντο , ἀνεχώρησαν ἐκ τῶν Ἀθηνῶν ἄπρακτοι .