4.20.2 ἔτι δ’ ὄντων ἀκρίτων καὶ ὑμῖν μὲν δόξης καὶ ἡμετέρας φιλίας προσγιγνομένης , ἡμῖν δὲ πρὸ αἰσχροῦ τινὸς ξυμφορᾶς μετρίως κατατιθεμένης διαλλαγῶμεν , καὶ αὐτοί τε ἀντὶ πολέμου εἰρήνην ἑλώμεθα καὶ τοῖς ἄλλοις Ἕλλησιν ἀνάπαυσιν κακῶν ποιήσωμεν · οἳ καὶ ἐν τούτῳ ὑμᾶς αἰτιωτέρους ἡγήσονται . πολεμοῦνται μὲν γὰρ ἀσαφῶς ὁποτέρων ἀρξάντων · καταλύσεως δὲ γενομένης , ἧς νῦν ὑμεῖς τὸ πλέον κύριοί ἐστε , τὴν χάριν ὑμῖν προσθήσουσιν .
4.20.3 ἤν τε γνῶτε , Λακεδαιμονίοις ἔξεστιν ὑμῖν φίλους γενέσθαι βεβαίως , αὐτῶν τε προκαλεσαμένων χαρισαμένοις τε μᾶλλον βιασαμένοις .
4.20.4 καὶ ἐν τούτῳ τὰ ἐνόντα ἀγαθὰ σκοπεῖτε ὅσα εἰκὸς εἶναι · ἡμῶν γὰρ καὶ ὑμῶν ταὐτὰ λεόντων τό γε ἄλλο Ἑλληνικὸν ἴστε ὅτι ὑποδεέστερον ὂν τὰ μέγιστα τιμήσει . "
4.21.1 οἱ μὲν οὖν Λακεδαιμόνιοι τοσαῦτα εἶπον , νομίζοντες τοὺς Ἀθηναίους ἐν τῷ πρὶν χρόνῳ σπονδῶν μὲν ἐπιθυμεῖν , σφῶν δὲ ἐναντιουμένων κωλύεσθαι , διδομένης δὲ εἰρήνης ἀσμένους δέξεσθαί τε καὶ τοὺς ἄνδρας ἀποδώσειν .
4.21.2 οἱ δὲ τὰς μὲν σπονδάς , ἔχοντες τοὺς ἄνδρας ἐν τῇ νήσῳ , ἤδη σφίσιν ἐνόμιζον ἑτοίμους εἶναι , ὁπόταν βούλωνται ποιεῖσθαι πρὸς αὐτούς , τοῦ δὲ πλέονος ὠρέγοντο .