3.105.2 οἱ δὲ Ἀκαρνᾶνες οἱ μὲν ἐς Ἄργος ξυνεβοήθουν , οἱ δὲ τῆς Ἀμφιλοχίας ἐν τούτῳ τῷ χωρίῳ Κρῆναι καλεῖται , φυλάσσοντες τοὺς μετὰ Εὐρυλόχου Πελοποννησίους μὴ λάθωσι πρὸς τοὺς Ἀμπρακιώτας διελθόντες , ἐστρατοπεδεύσαντο .
3.105.3 πέμπουσι δὲ καὶ ἐπὶ Δημοσθένη τὸν ἐς τὴν Αἰτωλίαν Ἀθηναίων στρατηγήσαντα , ὅπως σφίσιν ἡγεμὼν γίγνηται , καὶ ἐπὶ τὰς εἴκοσι ναῦς Ἀθηναίων αἳ ἔτυχον περὶ Πελοπόννησον οὖσαι , ὧν ἦρχεν Ἀριστοτέλης τε Τιμοκράτους καὶ Ἱεροφῶν Ἀντιμνήστου .
3.105.4 ἀπέστειλαν δὲ καὶ ἄγγελον οἱ περὶ τὰς Ὄλπας Ἀμπρακιῶται ἐς τὴν πόλιν κελεύοντες σφίσι βοηθεῖν πανδημεί , δεδιότες μὴ οἱ μετ’ Εὐρυλόχου οὐ δύνωνται διελθεῖν τοὺς Ἀκαρνᾶνας καὶ σφίσιν μονωθεῖσιν μάχη γένηται ἀναχωρεῖν βουλομένοις οὐκ ἀσφαλές .
3.106.1 οἱ μὲν οὖν μετ’ Εὐρυλόχου Πελοποννήσιοι ὡς ᾔσθοντο τοὺς ἐν Ὄλπαις Ἀμπρακιώτας ἥκοντας , ἄραντες ἐκ τοῦ Προσχίου ἐβοήθουν κατὰ τάχος , καὶ διαβάντες τὸν Ἀχελῷον ἐχώρουν δι’ Ἀκαρνανίας οὔσης ἐρήμου διὰ τὴν ἐς Ἄργος βοήθειαν , ἐν δεξιᾷ μὲν ἔχοντες τὴν Στρατίων πόλιν καὶ τὴν φρουρὰν αὐτῶν , ἐν ἀριστερᾷ δὲ τὴν ἄλλην Ἀκαρνανίαν .
3.106.2 καὶ διελθόντες τὴν Στρατίων γῆν ἐχώρουν διὰ τῆς Φυτίας καὶ αὖθις Μεδεῶνος παρ’ ἔσχατα , ἔπειτα διὰ Λιμναίας · καὶ ἐπέβησαν τῆς Ἀγραίων , οὐκέτι Ἀκαρνανίας , φιλίας δὲ σφίσιν .
3.106.3 λαβόμενοι δὲ τοῦ Θυάμου ὄρους , ἐστιν Ἀγραϊκόν , ἐχώρουν δι’ αὐτοῦ καὶ κατέβησαν ἐς τὴν Ἀργείαν νυκτὸς ἤδη , καὶ διεξελθόντες μεταξὺ τῆς τε Ἀργείων πόλεως καὶ τῆς ἐπὶ Κρήναις Ἀκαρνάνων φυλακῆς ἔλαθον καὶ προσέμειξαν τοῖς ἐν Ὄλπαις Ἀμπρακιώταις .