3.104.5 ὅτι δὲ καὶ μουσικῆς ἀγὼν ἦν καὶ ἀγωνιούμενοι ἐφοίτων ἐν τοῖσδε αὖ δηλοῖ , ἐστιν ἐκ τοῦ αὐτοῦ προοιμίου · τὸν γὰρ Δηλιακὸν χορὸν τῶν γυναικῶν ὑμνήσας ἐτελεύτα τοῦ ἐπαίνου ἐς τάδε τὰ ἔπη , ἐν οἷς καὶ ἑαυτοῦ ἐπεμνήσθη · " ἀλλ’ ἄγεθ’ , ἱλήκοι μὲν Ἀπόλλων Ἀρτέμιδι ξύν , χαίρετε δ’ ὑμεῖς πᾶσαι . ἐμεῖο δὲ καὶ μετόπισθε μνήσασθ’ , ὁππότε κέν τις ἐπιχθονίων ἀνθρώπων ἐνθάδ’ ἀνείρηται ταλαπείριος ἄλλος ἐπελθών · " κοῦραι , τίς δ’ ὔμμιν ἀνὴρ ἥδιστος ἀοιδῶν ἐνθάδε πωλεῖται , καὶ τέῳ τέρπεσθε μάλιστα ; ὑμεῖς δ’ εὖ μάλα πᾶσαι ὑποκρίνασθαι ἀφήμως · " τυφλὸς ἀνήρ , οἰκεῖ δὲ Χίῳ ἔνι παιπαλοέσσῃ . " "
3.104.6 τοσαῦτα μὲν Ὅμηρος ἐτεκμηρίωσεν ὅτι ἦν καὶ τὸ πάλαι μεγάλη ξύνοδος καὶ ἑορτὴ ἐν τῇ Δήλῳ · ὕστερον δὲ τοὺς μὲν χοροὺς οἱ νησιῶται καὶ οἱ Ἀθηναῖοι μεθ’ ἱερῶν ἔπεμπον , τὰ δὲ περὶ τοὺς ἀγῶνας καὶ τὰ πλεῖστα κατελύθη ὑπὸ ξυμφορῶν , ὡς εἰκός , πρὶν δὴ οἱ Ἀθηναῖοι τότε τὸν ἀγῶνα ἐποίησαν καὶ ἱπποδρομίας , πρότερον οὐκ ἦν .
3.105.1 τοῦ δ’ αὐτοῦ χειμῶνος Ἀμπρακιῶται , ὥσπερ ὑποσχόμενοι Εὐρυλόχῳ τὴν στρατιὰν κατέσχον , ἐκστρατεύονται ἐπὶ Ἄργος τὸ Ἀμφιλοχικὸν τρισχιλίοις ὁπλίταις , καὶ ἐσβαλόντες ἐς τὴν Ἀργείαν καταλαμβάνουσιν Ὄλπας , τεῖχος ἐπὶ λόφου ἰσχυρὸν πρὸς τῇ θαλάσσῃ , ποτε Ἀκαρνᾶνες τειχισάμενοι κοινῷ δικαστηρίῳ ἐχρῶντο · ἀπέχει δὲ ἀπὸ τῆς Ἀργείων πόλεως ἐπιθαλασσίας οὔσης πέντε καὶ εἴκοσι σταδίους μάλιστα .