3.97.1 τῷ δὲ Δημοσθένει τοιόνδε τι οἱ Μεσσήνιοι παρῄνουν · ὅπερ καὶ τὸ πρῶτον ἀναδιδάσκοντες αὐτὸν τῶν Αἰτωλῶν ὡς εἴη ῥᾳδία αἵρεσις , ἰέναι ἐκέλευον ὅτι τάχιστα ἐπὶ τὰς κώμας καὶ μὴ μένειν ἕως ἂν ξύμπαντες ἁθροισθέντες ἀντιτάξωνται , τὴν δ’ ἐν ποσὶν αἰεὶ πειρᾶσθαι αἱρεῖν .
3.97.2 δὲ τούτοις τε πεισθεὶς καὶ τῇ τύχῃ ἐλπίσας , ὅτι οὐδὲν αὐτῷ ἠναντιοῦτο , τοὺς Λοκροὺς οὐκ ἀναμείνας οὓς αὐτῷ ἔδει προσβοηθῆσαι ( ψιλῶν γὰρ ἀκοντιστῶν ἐνδεὴς ἦν μάλιστα ) ἐχώρει ἐπὶ Αἰγιτίου , καὶ κατὰ κράτος αἱρεῖ ἐπιών . ὑπέφευγον γὰρ οἱ ἄνθρωποι καὶ ἐκάθηντο ἐπὶ τῶν λόφων τῶν ὑπὲρ τῆς πόλεως · ἦν γὰρ ἐφ’ ὑψηλῶν χωρίων ἀπέχουσα τῆς θαλάσσης ὀγδοήκοντα σταδίους μάλιστα .
3.97.3 οἱ δὲ Αἰτωλοί ( βεβοηθηκότες γὰρ ἤδη ἦσαν ἐπὶ τὸ Αἰγίτιον ) προσέβαλλον τοῖς Ἀθηναίοις καὶ τοῖς ξυμμάχοις καταθέοντες ἀπὸ τῶν λόφων ἄλλοι ἄλλοθεν καὶ ἐσηκόντιζον , καὶ ὅτε μὲν ἐπίοι τὸ τῶν Ἀθηναίων στρατόπεδον , ὑπεχώρουν , ἀναχωροῦσι δὲ ἐπέκειντο · καὶ ἦν ἐπὶ πολὺ τοιαύτη μάχη , διώξεις τε καὶ ὑπαγωγαί , ἐν οἷς ἀμφοτέροις ἥσσους ἦσαν οἱ Ἀθηναῖοι .