3.95.2 κοινώσας δὲ τὴν ἐπίνοιαν τοῖς Ἀκαρνᾶσιν , ὡς οὐ προσεδέξαντο διὰ τῆς Λευκάδος τὴν οὐ περιτείχισιν , αὐτὸς τῇ λοιπῇ στρατιᾷ , Κεφαλλῆσι καὶ Μεσσηνίοις καὶ Ζακυνθίοις καὶ Ἀθηναίων τριακοσίοις τοῖς ἐπιβάταις τῶν σφετέρων νεῶν ( αἱ γὰρ πέντε καὶ δέκα τῶν Κερκυραίων ἀπῆλθον νῆες ) , ἐστράτευσεν ἐπ’ Αἰτωλούς .
3.95.3 ὡρμᾶτο δὲ ἐξ Οἰνεῶνος τῆς Λοκρίδος . οἱ δὲ Ὀζόλαι οὗτοι Λοκροὶ ξύμμαχοι ἦσαν , καὶ ἔδει αὐτοὺς πανστρατιᾷ ἀπαντῆσαι τοῖς Ἀθηναίοις ἐς τὴν μεσόγειαν · ὄντες γὰρ ὅμοροι τοῖς Αἰτωλοῖς καὶ ὁμόσκευοι μεγάλη ὠφελία ἐδόκουν εἶναι ξυστρατεύοντες μάχης τε ἐμπειρίᾳ τῆς ἐκείνων καὶ χωρίων .
3.96.1 αὐλισάμενος δὲ τῷ στρατῷ ἐν τοῦ Διὸς τοῦ Νεμείου τῷ ἱερῷ , ἐν Ἡσίοδος ποιητὴς λέγεται ὑπὸ τῶν ταύτῃ ἀποθανεῖν , χρησθὲν αὐτῷ ἐν Νεμέᾳ τοῦτο παθεῖν , ἅμα τῇ ἕῳ ἄρας ἐπορεύετο ἐς τὴν Αἰτωλίαν .
3.96.2 καὶ αἱρεῖ τῇ πρώτῃ ἡμέρᾳ Ποτιδανίαν καὶ τῇ δευτέρᾳ Κροκύλειον καὶ τῇ τρίτῃ Τείχιον , ἔμενέ τε αὐτοῦ καὶ τὴν λείαν ἐς Εὐπάλιον τῆς Λοκρίδος ἀπέπεμψεν · τὴν γὰρ γνώμην εἶχε τὰ ἄλλα καταστρεψάμενος οὕτως ἐπὶ Ὀφιονέας , εἰ μὴ βούλοιντο ξυγχωρεῖν , ἐς Ναύπακτον ἐπαναχωρήσας στρατεῦσαι ὕστερον .
3.96.3 τοὺς δὲ Αἰτωλοὺς οὐκ ἐλάνθανεν αὕτη παρασκευὴ οὔτε ὅτε τὸ πρῶτον ἐπεβουλεύετο , ἐπειδή τε στρατὸς ἐσεβεβλήκει , πολλῇ χειρὶ ἐπεβοήθουν πάντες , ὥστε καὶ οἱ ἔσχατοι Ὀφιονέων οἱ πρὸς τὸν Μηλιακὸν κόλπον καθήκοντες Βωμιῆς καὶ Καλλιῆς ἐβοήθησαν .