3.53.2 νῦν δὲ φοβούμεθα μὴ ἀμφοτέρων ἅμα ἡμαρτήκαμεν · τόν τε γὰρ ἀγῶνα περὶ τῶν δεινοτάτων εἶναι εἰκότως ὑποπτεύομεν καὶ ὑμᾶς μὴ οὐ κοινοὶ ἀποβῆτε , τεκμαιρόμενοι προκατηγορίας τε ἡμῶν οὐ προγεγενημένης χρὴ ἀντειπεῖν ( ἀλλ’ αὐτοὶ λόγον ᾐτησάμεθα ) τό τε ἐπερώτημα βραχὺ ὄν , τὰ μὲν ἀληθῆ ἀποκρίνασθαι ἐναντία γίγνεται , τὰ δὲ ψευδῆ ἔλεγχον ἔχει .
3.53.3 πανταχόθεν δὲ ἄποροι καθεστῶτες ἀναγκαζόμεθα καὶ ἀσφαλέστερον δοκεῖ εἶναι εἰπόντας τι κινδυνεύειν · καὶ γὰρ μὴ ῥηθεὶς λόγος τοῖς ὧδ’ ἔχουσιν αἰτίαν ἂν παράσχοι ὡς , εἰ ἐλέχθη , σωτήριος ἂν ἦν .
3.53.4 χαλεπῶς δὲ ἔχει ἡμῖν πρὸς τοῖς ἄλλοις καὶ πειθώ . ἀγνῶτες μὲν γὰρ ὄντες ἀλλήλων ἐπεσενεγκάμενοι μαρτύρια ὧν ἄπειροι ἦτε ὠφελούμεθ’ ἄν · νῦν δὲ πρὸς εἰδότας πάντα λελέξεται , καὶ δέδιμεν οὐχὶ μὴ προκαταγνόντες ἡμῶν τὰς ἀρετὰς ἥσσους εἶναι τῶν ὑμετέρων ἔγκλημα αὐτὸ ποιῆτε , ἀλλὰ μὴ ἄλλοις χάριν φέροντες ἐπὶ διεγνωσμένην κρίσιν καθιστώμεθα .
3.54.1 παρεχόμενοι δὲ ὅμως ἔχομεν δίκαια πρός τε τὰ Θηβαίων διάφορα καὶ ἐς ὑμᾶς καὶ τοὺς ἄλλους Ἕλληνας , τῶν εὖ δεδραμένων ὑπόμνησιν ποιησόμεθα καὶ πείθειν πειρασόμεθα .
3.54.2 " φαμὲν γὰρ πρὸς τὸ ἐρώτημα τὸ βραχύ , εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷδε ἀγαθὸν πεποιήκαμεν , εἰ μὲν ὡς πολεμίους ἐρωτᾶτε , οὐκ ἀδικεῖσθαι ὑμᾶς μὴ εὖ παθόντας , φίλους δὲ νομίζοντας αὐτοὺς ἁμαρτάνειν μᾶλλον τοὺς ἡμῖν ἐπιστρατεύσαντας .