3.52.2 προσέβαλλον αὐτῶν τῷ τείχει , οἱ δὲ οὐκ ἐδύναντο ἀμύνεσθαι . γνοὺς δὲ Λακεδαιμόνιος ἄρχων τὴν ἀσθένειαν αὐτῶν βίᾳ μὲν οὐκ ἐβούλετο ἑλεῖν ( εἰρημένον γὰρ ἦν αὐτῷ ἐκ Λακεδαίμονος , ὅπως , εἰ σπονδαὶ γίγνοιντό ποτε πρὸς Ἀθηναίους καὶ ξυγχωροῖεν ὅσα πολέμῳ χωρία ἔχουσιν ἑκάτεροι ἀποδίδοσθαι , μὴ ἀνάδοτος εἴη Πλάταια ὡς αὐτῶν ἑκόντων προσχωρησάντων ) , προσπέμπει δὲ αὐτοῖς κήρυκα λέγοντα , εἰ βούλονται παραδοῦναι τὴν πόλιν ἑκόντες τοῖς Λακεδαιμονίοις καὶ δικασταῖς ἐκείνοις χρήσασθαι , τούς τε ἀδίκους κολάζειν , παρὰ δίκην δὲ οὐδένα .
3.52.3 τοσαῦτα μὲν κῆρυξ εἶπεν · οἱ δέ ( ἦσαν γὰρ ἤδη ἐν τῷ ἀσθενεστάτῳ ) παρέδοσαν τὴν πόλιν . καὶ τοὺς Πλαταιᾶς ἔτρεφον οἱ Πελοποννήσιοι ἡμέρας τινάς , ἐν ὅσῳ οἱ ἐκ τῆς Λακεδαίμονος δικασταὶ πέντε ἄνδρες ἀφίκοντο .
3.52.4 ἐλθόντων δὲ αὐτῶν κατηγορία μὲν οὐδεμία προυτέθη , ἠρώτων δὲ αὐτοὺς ἐπικαλεσάμενοι τοσοῦτον μόνον , εἴ τι Λακεδαιμονίους καὶ τοὺς ξυμμάχους ἐν τῷ πολέμῳ τῷ καθεστῶτι ἀγαθόν [ τι ] εἰργασμένοι εἰσίν .
3.52.5 οἱ δ’ ἔλεγον αἰτησάμενοι μακρότερα εἰπεῖν καὶ προτάξαντες σφῶν αὐτῶν Ἀστύμαχόν τε τὸν Ἀσωπολάου καὶ Λάκωνα τὸν Αἰειμνήστου πρόξενον ὄντα Λακεδαιμονίων · καὶ ἐπελθόντες ἔλεγον τοιάδε .
3.53.1 " τὴν μὲν παράδοσιν τῆς πόλεως , Λακεδαιμόνιοι , πιστεύσαντες ὑμῖν ἐποιησάμεθα , οὐ τοιάνδε δίκην οἰόμενοι ὑφέξειν , νομιμωτέραν δέ τινα ἔσεσθαι , καὶ ἐν δικασταῖς οὐκ ἂν ἄλλοις δεξάμενοι , ὥσπερ καὶ ἐσμέν , γενέσθαι [ ὑμῖν ] , ἡγούμενοι τὸ ἴσον μάλιστ’ ἂν φέρεσθαι .