2.81.6 καὶ ἐς φόβον καταστάντων διαφθείρονταί τε πολλοὶ τῶν Χαόνων , καὶ οἱ ἄλλοι βάρβαροι ὡς εἶδον αὐτοὺς ἐνδόντας , οὐκέτι ὑπέμειναν , ἀλλ’ ἐς φυγὴν κατέστησαν .
2.81.7 τῶν δὲ Ἑλληνικῶν στρατοπέδων οὐδέτερον ᾔσθετο τῆς μάχης διὰ τὸ πολὺ προελθεῖν αὐτοὺς καὶ στρατόπεδον οἰηθῆναι καταληψομένους ἐπείγεσθαι .
2.81.8 ἐπεὶ δ’ ἐνέκειντο φεύγοντες οἱ βάρβαροι , ἀνελάμβανόν τε αὐτοὺς καὶ ξυναγαγόντες τὰ στρατόπεδα ἡσύχαζον αὐτοῦ τὴν ἡμέραν , ἐς χεῖρας μὲν οὐκ ἰόντων σφίσι τῶν Στρατίων διὰ τὸ μήπω τοὺς ἄλλους Ἀκαρνᾶνας ξυμβεβοηθηκέναι , ἄπωθεν δὲ σφενδονώντων καὶ ἐς ἀπορίαν καθιστάντων · οὐ γὰρ ἦν ἄνευ ὅπλων κινηθῆναι . δοκοῦσι δὲ οἱ Ἀκαρνᾶνες κράτιστοι εἶναι τοῦτο ποιεῖν .
2.82.1 ἐπειδὴ δὲ νὺξ ἐγένετο , ἀναχωρήσας Κνῆμος τῇ στρατιᾷ κατὰ τάχος ἐπὶ τὸν Ἄναπον ποταμόν , ὃς ἀπέχει σταδίους ὀγδοήκοντα Στράτου , τούς τε νεκροὺς κομίζεται τῇ ὑστεραίᾳ ὑποσπόνδους , καὶ Οἰνιαδῶν ξυμπαραγενομένων κατὰ φιλίαν ἀναχωρεῖ παρ’ αὐτοὺς πρὶν τὴν ξυμβοήθειαν ἐλθεῖν . κἀκεῖθεν ἐπ’ οἴκου ἀπῆλθον ἕκαστοι . οἱ δὲ Στράτιοι τροπαῖον ἔστησαν τῆς μάχης τῆς πρὸς τοὺς βαρβάρους .
2.83.1 τὸ δ’ ἐκ τῆς Κορίνθου καὶ τῶν ἄλλων ξυμμάχων τῶν ἐκ τοῦ Κρισαίου κόλπου ναυτικόν , ἔδει παραγενέσθαι τῷ Κνήμῳ , ὅπως μὴ ξυμβοηθῶσιν οἱ ἀπὸ θαλάσσης ἄνω Ἀκαρνᾶνες , οὐ παραγίγνεται , ἀλλ’ ἠναγκάσθησαν περὶ τὰς αὐτὰς ἡμέρας τῆς ἐν Στράτῳ μάχης ναυμαχῆσαι πρὸς Φορμίωνα καὶ τὰς εἴκοσι ναῦς τῶν Ἀθηναίων αἳ ἐφρούρουν ἐν Ναυπάκτῳ .
2.83.2 γὰρ Φορμίων παραπλέοντας αὐτοὺς ἔξω τοῦ κόλπου ἐτήρει , βουλόμενος ἐν τῇ εὐρυχωρίᾳ ἐπιθέσθαι .