2.81.1 Ἀκαρνᾶνες δὲ αἰσθόμενοι κατά τε γῆν πολλὴν στρατιὰν ἐσβεβληκυῖαν ἔκ τε θαλάσσης ναυσὶν ἅμα τοὺς πολεμίους παρεσομένους , οὔτε ξυνεβοήθουν ἐφύλασσόν τε τὰ αὑτῶν ἕκαστοι , παρά τε Φορμίωνα ἔπεμπον κελεύοντες ἀμύνειν · δὲ ἀδύνατος ἔφη εἶναι ναυτικοῦ ἐκ Κορίνθου μέλλοντος ἐκπλεῖν Ναύπακτον ἐρήμην ἀπολιπεῖν .
2.81.2 οἱ δὲ Πελοποννήσιοι καὶ οἱ ξύμμαχοι τρία τέλη ποιήσαντες σφῶν αὐτῶν ἐχώρουν πρὸς τὴν τῶν Στρατίων πόλιν , ὅπως ἐγγὺς στρατοπεδευσάμενοι , εἰ μὴ λόγοις πείθοιεν , ἔργῳ πειρῷντο τοῦ τείχους .
2.81.3 καὶ μέσον μὲν ἔχοντες προσῇσαν Χάονες καὶ οἱ ἄλλοι βάρβαροι , ἐκ δεξιᾶς δ’ αὐτῶν Λευκάδιοι καὶ Ἀνακτόριοι καὶ οἱ μετὰ τούτων , ἐν ἀριστερᾷ δὲ Κνῆμος καὶ οἱ Πελοποννήσιοι καὶ Ἀμπρακιῶται · διεῖχον δὲ πολὺ ἀπ’ ἀλλήλων καὶ ἔστιν ὅτε οὐδὲ ἑωρῶντο .
2.81.4 καὶ οἱ μὲν Ἕλληνες τεταγμένοι τε προσῇσαν καὶ διὰ φυλακῆς ἔχοντες , ἕως ἐστρατοπεδεύσαντο ἐν ἐπιτηδείῳ · οἱ δὲ Χάονες σφίσι τε αὐτοῖς πιστεύοντες καὶ ἀξιούμενοι ὑπὸ τῶν ἐκείνῃ ἠπειρωτῶν μαχιμώτατοι εἶναι οὔτε ἐπέσχον τὸ στρατόπεδον καταλαβεῖν , χωρήσαντές τε ῥύμῃ μετὰ τῶν ἄλλων βαρβάρων ἐνόμισαν αὐτοβοεὶ ἂν τὴν πόλιν ἑλεῖν καὶ αὑτῶν τὸ ἔργον γενέσθαι .
2.81.5 γνόντες δ’ αὐτοὺς οἱ Στράτιοι ἔτι προσιόντας καὶ ἡγησάμενοι , μεμονωμένων εἰ κρατήσειαν , οὐκ ἂν ἔτι σφίσι τοὺς Ἕλληνας ὁμοίως προσελθεῖν , προλοχίζουσι δὴ τὰ περὶ τὴν πόλιν ἐνέδραις , καὶ ἐπειδὴ ἐγγὺς ἦσαν , ἔκ τε τῆς πόλεως ὁμόσε χωρήσαντες καὶ ἐκ τῶν ἐνεδρῶν προσπίπτουσιν .