2.37.3 ἀνεπαχθῶς δὲ τὰ ἴδια προσομιλοῦντες τὰ δημόσια διὰ δέος μάλιστα οὐ παρανομοῦμεν , τῶν τε αἰεὶ ἐν ἀρχῇ ὄντων ἀκροάσει καὶ τῶν νόμων , καὶ μάλιστα αὐτῶν ὅσοι τε ἐπ’ ὠφελίᾳ τῶν ἀδικουμένων κεῖνται καὶ ὅσοι ἄγραφοι ὄντες αἰσχύνην ὁμολογουμένην φέρουσιν .
2.38.1 " καὶ μὴν καὶ τῶν πόνων πλείστας ἀναπαύλας τῇ γνώμῃ ἐπορισάμεθα , ἀγῶσι μέν γε καὶ θυσίαις διετησίοις νομίζοντες , ἰδίαις δὲ κατασκευαῖς εὐπρεπέσιν , ὧν καθ’ ἡμέραν τέρψις τὸ λυπηρὸν ἐκπλήσσει .
2.38.2 ἐπεσέρχεται δὲ διὰ μέγεθος τῆς πόλεως ἐκ πάσης γῆς τὰ πάντα , καὶ ξυμβαίνει ἡμῖν μηδὲν οἰκειοτέρᾳ τῇ ἀπολαύσει τὰ αὐτοῦ ἀγαθὰ γιγνόμενα καρποῦσθαι καὶ τὰ τῶν ἄλλων ἀνθρώπων .
2.39.1 " διαφέρομεν δὲ καὶ ταῖς τῶν πολεμικῶν μελέταις τῶν ἐναντίων τοῖσδε . τήν τε γὰρ πόλιν κοινὴν παρέχομεν , καὶ οὐκ ἔστιν ὅτε ξενηλασίαις ἀπείργομέν τινα μαθήματος θεάματος , μὴ κρυφθὲν ἄν τις τῶν πολεμίων ἰδὼν ὠφεληθείη , πιστεύοντες οὐ ταῖς παρασκευαῖς τὸ πλέον καὶ ἀπάταις τῷ ἀφ’ ἡμῶν αὐτῶν ἐς τὰ ἔργα εὐψύχῳ · καὶ ἐν ταῖς παιδείαις οἱ μὲν ἐπιπόνῳ ἀσκήσει εὐθὺς νέοι ὄντες τὸ ἀνδρεῖον μετέρχονται , ἡμεῖς δὲ ἀνειμένως διαιτώμενοι οὐδὲν ἧσσον ἐπὶ τοὺς ἰσοπαλεῖς κινδύνους χωροῦμεν .
2.39.2 τεκμήριον δέ · οὔτε γὰρ Λακεδαιμόνιοι καθ’ ἑαυτούς , μεθ’ ἁπάντων δὲ ἐς τὴν γῆν ἡμῶν στρατεύουσι , τήν τε τῶν πέλας αὐτοὶ ἐπελθόντες οὐ χαλεπῶς ἐν τῇ ἀλλοτρίᾳ τοὺς περὶ τῶν οἰκείων ἀμυνομένους μαχόμενοι τὰ πλείω κρατοῦμεν .