2.15.1 ξυνεβεβήκει δὲ ἀπὸ τοῦ πάνυ ἀρχαίου ἑτέρων μᾶλλον Ἀθηναίοις τοῦτο . ἐπὶ γὰρ Κέκροπος καὶ τῶν πρώτων βασιλέων Ἀττικὴ ἐς Θησέα αἰεὶ κατὰ πόλεις ᾠκεῖτο πρυτανεῖά τε ἐχούσας καὶ ἄρχοντας , καὶ ὁπότε μή τι δείσειαν , οὐ ξυνῇσαν βουλευσόμενοι ὡς τὸν βασιλέα , ἀλλ’ αὐτοὶ ἕκαστοι ἐπολίτευον καὶ ἐβουλεύοντο · καί τινες καὶ ἐπολέμησάν ποτε αὐτῶν , ὥσπερ καὶ Ἐλευσίνιοι μετ’ Εὐμόλπου πρὸς Ἐρεχθέα .
2.15.2 ἐπειδὴ δὲ Θησεὺς ἐβασίλευσε , γενόμενος μετὰ τοῦ ξυνετοῦ καὶ δυνατὸς τά τε ἄλλα διεκόσμησε τὴν χώραν καὶ καταλύσας τῶν ἄλλων πόλεων τά τε βουλευτήρια καὶ τὰς ἀρχὰς ἐς τὴν νῦν πόλιν οὖσαν , ἓν βουλευτήριον ἀποδείξας καὶ πρυτανεῖον , ξυνῴκισε πάντας , καὶ νεμομένους τὰ αὑτῶν ἑκάστους ἅπερ καὶ πρὸ τοῦ ἠνάγκασε μιᾷ πόλει ταύτῃ χρῆσθαι , ἁπάντων ἤδη ξυντελούντων ἐς αὐτὴν μεγάλη γενομένη παρεδόθη ὑπὸ Θησέως τοῖς ἔπειτα · καὶ ξυνοίκια ἐξ ἐκείνου Ἀθηναῖοι ἔτι καὶ νῦν τῇ θεῷ ἑορτὴν δημοτελῆ ποιοῦσιν .
2.15.3 τὸ δὲ πρὸ τοῦ ἀκρόπολις νῦν οὖσα πόλις ἦν , καὶ τὸ ὑπ’ αὐτὴν πρὸς νότον μάλιστα τετραμμένον .