2.13.7 τοσοῦτοι γὰρ ἐφύλασσον τὸ πρῶτον ὁπότε οἱ πολέμιοι ἐσβάλοιεν , ἀπό τε τῶν πρεσβυτάτων καὶ τῶν νεωτάτων , καὶ μετοίκων ὅσοι ὁπλῖται ἦσαν . τοῦ τε γὰρ Φαληρικοῦ τείχους στάδιοι ἦσαν πέντε καὶ τριάκοντα πρὸς τὸν κύκλον τοῦ ἄστεως , καὶ αὐτοῦ τοῦ κύκλου τὸ φυλασσόμενον τρεῖς καὶ τεσσαράκοντα ( ἔστι δὲ αὐτοῦ καὶ ἀφύλακτον ἦν , τὸ μεταξὺ τοῦ τε μακροῦ καὶ τοῦ Φαληρικοῦ ) , τὰ δὲ μακρὰ τείχη πρὸς τὸν Πειραιᾶ τεσσαράκοντα σταδίων , ὧν τὸ ἔξωθεν ἐτηρεῖτο · καὶ τοῦ Πειραιῶς ξὺν Μουνιχίᾳ ἑξήκοντα μὲν σταδίων ἅπας περίβολος , τὸ δ’ ἐν φυλακῇ ὂν ἥμισυ τούτου .
2.13.8 ἱππέας δὲ ἀπέφαινε διακοσίους καὶ χιλίους ξὺν ἱπποτοξόταις , ἑξακοσίους δὲ καὶ χιλίους τοξότας , καὶ τριήρεις τὰς πλωίμους τριακοσίας .
2.13.9 ταῦτα γὰρ ὑπῆρχεν Ἀθηναίοις καὶ οὐκ ἐλάσσω ἕκαστα τούτων , ὅτε ἐσβολὴ τὸ πρῶτον ἔμελλε Πελοποννησίων ἔσεσθαι καὶ ἐς τὸν πόλεμον καθίσταντο . ἔλεγε δὲ καὶ ἄλλα οἷάπερ εἰώθει Περικλῆς ἐς ἀπόδειξιν τοῦ περιέσεσθαι τῷ πολέμῳ .
2.14.1 οἱ δὲ Ἀθηναῖοι ἀκούσαντες ἀνεπείθοντό τε καὶ ἐσεκομίζοντο ἐκ τῶν ἀγρῶν παῖδας καὶ γυναῖκας καὶ τὴν ἄλλην κατασκευὴν κατ’ οἶκον ἐχρῶντο , καὶ αὐτῶν τῶν οἰκιῶν καθαιροῦντες τὴν ξύλωσιν · πρόβατα δὲ καὶ ὑποζύγια ἐς τὴν Εὔβοιαν διεπέμψαντο καὶ ἐς τὰς νήσους τὰς ἐπικειμένας .
2.14.2 χαλεπῶς δὲ αὐτοῖς διὰ τὸ αἰεὶ εἰωθέναι τοὺς πολλοὺς ἐν τοῖς ἀγροῖς διαιτᾶσθαι ἀνάστασις ἐγίγνετο .