2.13.1 ἔτι δὲ τῶν Πελοποννησίων ξυλλεγομένων τε ἐς τὸν Ἰσθμὸν καὶ ἐν ὁδῷ ὄντων , πρὶν ἐσβαλεῖν ἐς τὴν Ἀττικήν , Περικλῆς Ξανθίππου στρατηγὸς ὢν Ἀθηναίων δέκατος αὐτός , ὡς ἔγνω τὴν ἐσβολὴν ἐσομένην , ὑποτοπήσας , ὅτι Ἀρχίδαμος αὐτῷ ξένος ὢν ἐτύγχανε , μὴ πολλάκις αὐτὸς ἰδίᾳ βουλόμενος χαρίζεσθαι τοὺς ἀγροὺς αὐτοῦ παραλίπῃ καὶ μὴ δῃώσῃ , καὶ Λακεδαιμονίων κελευσάντων ἐπὶ διαβολῇ τῇ ἑαυτοῦ γένηται τοῦτο , ὥσπερ καὶ τὰ ἄγη ἐλαύνειν προεῖπον ἕνεκα ἐκείνου , προηγόρευε τοῖς Ἀθηναίοις ἐν τῇ ἐκκλησίᾳ ὅτι Ἀρχίδαμος μέν οἱ ξένος εἴη , οὐ μέντοι ἐπὶ κακῷ γε τῆς πόλεως γένοιτο , τοὺς δὲ ἀγροὺς τοὺς ἑαυτοῦ καὶ οἰκίας ἢν ἄρα μὴ δῃώσωσιν οἱ πολέμιοι ὥσπερ καὶ τὰ τῶν ἄλλων , ἀφίησιν αὐτὰ δημόσια εἶναι καὶ μηδεμίαν οἱ ὑποψίαν κατὰ ταῦτα γίγνεσθαι .
2.13.2 παρῄνει δὲ καὶ περὶ τῶν παρόντων ἅπερ καὶ πρότερον , παρασκευάζεσθαί τε ἐς τὸν πόλεμον καὶ τὰ ἐκ τῶν ἀγρῶν ἐσκομίζεσθαι , ἔς τε μάχην μὴ ἐπεξιέναι , ἀλλὰ τὴν πόλιν ἐσελθόντας φυλάσσειν , καὶ τὸ ναυτικόν , ᾗπερ ἰσχύουσιν , ἐξαρτύεσθαι , τά τε τῶν ξυμμάχων διὰ χειρὸς ἔχειν , λέγων τὴν ἰσχὺν αὐτοῖς ἀπὸ τούτων εἶναι τῶν χρημάτων τῆς προσόδου , τὰ δὲ πολλὰ τοῦ πολέμου γνώμῃ καὶ χρημάτων περιουσίᾳ κρατεῖσθαι .