2.12.2 οἱ δὲ οὐ προσεδέξαντο αὐτὸν ἐς τὴν πόλιν οὐδ’ ἐπὶ τὸ κοινόν · ἦν γὰρ Περικλέους γνώμη πρότερον νενικηκυῖα κήρυκα καὶ πρεσβείαν μὴ προσδέχεσθαι Λακεδαιμονίων ἐξεστρατευμένων · ἀποπέμπουσιν οὖν αὐτὸν πρὶν ἀκοῦσαι καὶ ἐκέλευον ἐκτὸς ὅρων εἶναι αὐθημερόν , τό τε λοιπὸν ἀναχωρήσαντας ἐπὶ τὰ σφέτερα αὐτῶν , ἤν τι βούλωνται , πρεσβεύεσθαι . ξυμπέμπουσί τε τῷ Μελησίππῳ ἀγωγούς , ὅπως μηδενὶ ξυγγένηται .
2.12.3 δ’ ἐπειδὴ ἐπὶ τοῖς ὁρίοις ἐγένετο καὶ ἔμελλε διαλύσεσθαι , τοσόνδε εἰπὼν ἐπορεύετο ὅτι " ἥδε ἡμέρα τοῖς Ἕλλησι μεγάλων κακῶν ἄρξει . "
2.12.4 ὡς δὲ ἀφίκετο ἐς τὸ στρατόπεδον καὶ ἔγνω Ἀρχίδαμος ὅτι οἱ Ἀθηναῖοι οὐδέν πω ἐνδώσουσιν , οὕτω δὴ ἄρας τῷ στρατῷ προυχώρει ἐς τὴν γῆν αὐτῶν .
2.12.5 Βοιωτοὶ δὲ μέρος μὲν τὸ σφέτερον καὶ τοὺς ἱππέας παρείχοντο Πελοποννησίοις ξυστρατεύειν , τοῖς δὲ λειπομένοις ἐς Πλάταιαν ἐλθόντες τὴν γῆν ἐδῄουν .