1.128.1 ἀντεκέλευον δὲ καὶ οἱ Ἀθηναῖοι τοὺς Λακεδαιμονίους τὸ ἀπὸ Ταινάρου ἄγος ἐλαύνειν · οἱ γὰρ Λακεδαιμόνιοι ἀναστήσαντές ποτε ἐκ τοῦ ἱεροῦ τοῦ Ποσειδῶνος [ ἀπὸ Ταινάρου ] τῶν Εἱλώτων ἱκέτας ἀπαγαγόντες διέφθειραν , δι’ δὴ καὶ σφίσιν αὐτοῖς νομίζουσι τὸν μέγαν σεισμὸν γενέσθαι ἐν Σπάρτῃ .
1.128.2 ἐκέλευον δὲ καὶ τὸ τῆς Χαλκιοίκου ἄγος ἐλαύνειν αὐτούς · ἐγένετο δὲ τοιόνδε .
1.128.3 ἐπειδὴ Παυσανίας Λακεδαιμόνιος τὸ πρῶτον μεταπεμφθεὶς ὑπὸ Σπαρτιατῶν ἀπὸ τῆς ἀρχῆς τῆς ἐν Ἑλλησπόντῳ καὶ κριθεὶς ὑπ’ αὐτῶν ἀπελύθη μὴ ἀδικεῖν , δημοσίᾳ μὲν οὐκέτι ἐξεπέμφθη , ἰδίᾳ δὲ αὐτὸς τριήρη λαβὼν Ἑρμιονίδα ἄνευ Λακεδαιμονίων ἀφικνεῖται ἐς Ἑλλήσποντον , τῷ μὲν λόγῳ ἐπὶ τὸν Ἑλληνικὸν πόλεμον , τῷ δὲ ἔργῳ τὰ πρὸς βασιλέα πράγματα πράσσειν , ὥσπερ καὶ τὸ πρῶτον ἐπεχείρησεν , ἐφιέμενος τῆς Ἑλληνικῆς ἀρχῆς .
1.128.4 εὐεργεσίαν δὲ ἀπὸ τοῦδε πρῶτον ἐς βασιλέα κατέθετο καὶ τοῦ παντὸς πράγματος ἀρχὴν ἐποιήσατο ·
1.128.5 Βυζάντιον γὰρ ἑλὼν τῇ προτέρᾳ παρουσίᾳ μετὰ τὴν ἐκ Κύπρου ἀναχώρησιν ( εἶχον δὲ Μῆδοι αὐτὸ καὶ βασιλέως προσήκοντές τινες καὶ ξυγγενεῖς οἳ ἑάλωσαν ἐν αὐτῷ ) τότε τούτους οὓς ἔλαβεν ἀποπέμπει βασιλεῖ κρύφα τῶν ἄλλων ξυμμάχων , τῷ δὲ λόγῳ ἀπέδρασαν αὐτόν .
1.128.6 ἔπρασσε δὲ ταῦτα μετὰ Γογγύλου τοῦ Ἐρετριῶς , ᾧπερ ἐπέτρεψε τό τε Βυζάντιον καὶ τοὺς αἰχμαλώτους . ἔπεμψε δὲ καὶ ἐπιστολὴν τὸν Γόγγυλον φέροντα αὐτῷ · ἐνεγέγραπτο δὲ τάδε ἐν αὐτῇ , ὡς ὕστερον ἀνηυρέθη ·