1.126.10 μὲν οὖν Κύλων καὶ ἀδελφὸς αὐτοῦ ἐκδιδράσκουσιν · οἱ δ’ ἄλλοι ὡς ἐπιέζοντο καί τινες καὶ ἀπέθνῃσκον ὑπὸ τοῦ λιμοῦ , καθίζουσιν ἐπὶ τὸν βωμὸν ἱκέται τὸν ἐν τῇ ἀκροπόλει .
1.126.11 ἀναστήσαντες δὲ αὐτοὺς οἱ τῶν Ἀθηναίων ἐπιτετραμμένοι τὴν φυλακήν , ὡς ἑώρων ἀποθνῄσκοντας ἐν τῷ ἱερῷ , ἐφ’ μηδὲν κακὸν ποιήσουσιν , ἀπαγαγόντες ἀπέκτειναν · καθεζομένους δέ τινας καὶ ἐπὶ τῶν σεμνῶν θεῶν τοῖς βωμοῖς ἐν τῇ παρόδῳ ἀπεχρήσαντο . καὶ ἀπὸ τούτου ἐναγεῖς καὶ ἀλιτήριοι τῆς θεοῦ ἐκεῖνοί τε ἐκαλοῦντο καὶ τὸ γένος τὸ ἀπ’ ἐκείνων .
1.126.12 ἤλασαν μὲν οὖν καὶ οἱ Ἀθηναῖοι τοὺς ἐναγεῖς τούτους , ἤλασε δὲ καὶ Κλεομένης Λακεδαιμόνιος ὕστερον μετὰ Ἀθηναίων στασιαζόντων , τούς τε ζῶντας ἐλαύνοντες καὶ τῶν τεθνεώτων τὰ ὀστᾶ ἀνελόντες ἐξέβαλον · κατῆλθον μέντοι ὕστερον , καὶ τὸ γένος αὐτῶν ἔστιν ἔτι ἐν τῇ πόλει .
1.127.1 τοῦτο δὴ τὸ ἄγος οἱ Λακεδαιμόνιοι ἐκέλευον ἐλαύνειν δῆθεν τοῖς θεοῖς πρῶτον τιμωροῦντες , εἰδότες δὲ Περικλέα τὸν Ξανθίππου προσεχόμενον αὐτῷ κατὰ τὴν μητέρα καὶ νομίζοντες ἐκπεσόντος αὐτοῦ ῥᾷον 〈ἂν〉 σφίσι προχωρεῖν τὰ ἀπὸ τῶν Ἀθηναίων .
1.127.2 οὐ μέντοι τοσοῦτον ἤλπιζον παθεῖν ἂν αὐτὸν τοῦτο ὅσον διαβολὴν οἴσειν αὐτῷ πρὸς τὴν πόλιν ὡς καὶ διὰ τὴν ἐκείνου ξυμφορὰν τὸ μέρος ἔσται πόλεμος .
1.127.3 ὢν γὰρ δυνατώτατος τῶν καθ’ ἑαυτὸν καὶ ἄγων τὴν πολιτείαν ἠναντιοῦτο πάντα τοῖς Λακεδαιμονίοις , καὶ οὐκ εἴα ὑπείκειν , ἀλλ’ ἐς τὸν πόλεμον ὥρμα τοὺς Ἀθηναίους .