1.86.5 ψηφίζεσθε οὖν , Λακεδαιμόνιοι , ἀξίως τῆς Σπάρτης τὸν πόλεμον , καὶ μήτε τοὺς Ἀθηναίους ἐᾶτε μείζους γίγνεσθαι μήτε τοὺς ξυμμάχους καταπροδιδῶμεν , ἀλλὰ ξὺν τοῖς θεοῖς ἐπίωμεν ἐπὶ τοὺς ἀδικοῦντας . "
1.87.1 τοιαῦτα λέξας ἐπεψήφιζεν αὐτὸς ἔφορος ὢν ἐς τὴν ἐκκλησίαν τῶν Λακεδαιμονίων .
1.87.2 δέ ( κρίνουσι γὰρ βοῇ καὶ οὐ ψήφῳ ) οὐκ ἔφη διαγιγνώσκειν τὴν βοὴν ὁποτέρα μείζων , ἀλλὰ βουλόμενος αὐτοὺς φανερῶς ἀποδεικνυμένους τὴν γνώμην ἐς τὸ πολεμεῖν μᾶλλον ὁρμῆσαι ἔλεξεν " ὅτῳ μὲν ὑμῶν , Λακεδαιμόνιοι , δοκοῦσι λελύσθαι αἱ σπονδαὶ καὶ οἱ Ἀθηναῖοι ἀδικεῖν , ἀναστήτω ἐς ἐκεῖνο τὸ χωρίον , δείξας τι χωρίον αὐτοῖς , " ὅτῳ δὲ μὴ δοκοῦσιν , ἐς τὰ ἐπὶ θάτερα . " ἀναστάντες δὲ διέστησαν ,
1.87.3 καὶ πολλῷ πλείους ἐγένοντο οἷς ἐδόκουν αἱ σπονδαὶ λελύσθαι .
1.87.4 προσκαλέσαντές τε τοὺς ξυμμάχους εἶπον ὅτι σφίσι μὲν δοκοῖεν ἀδικεῖν οἱ Ἀθηναῖοι , βούλεσθαι δὲ καὶ τοὺς πάντας ξυμμάχους παρακαλέσαντες ψῆφον ἐπαγαγεῖν , ὅπως κοινῇ βουλευσάμενοι τὸν πόλεμον ποιῶνται , ἢν δοκῇ .
1.87.5 καὶ οἱ μὲν ἀπεχώρησαν ἐπ’ οἴκου διαπραξάμενοι ταῦτα , καὶ οἱ Ἀθηναίων πρέσβεις ὕστερον ἐφ’ ἅπερ ἦλθον χρηματίσαντες ·
1.87.6 δὲ διαγνώμη αὕτη τῆς ἐκκλησίας , τοῦ τὰς σπονδὰς λελύσθαι , ἐγένετο ἐν τῷ τετάρτῳ καὶ δεκάτῳ ἔτει τῶν τριακοντουτίδων σπονδῶν προκεχωρηκυιῶν , αἳ ἐγένοντο μετὰ τὰ Εὐβοϊκά .
1.88.1 ἐψηφίσαντο δὲ οἱ Λακεδαιμόνιοι τὰς σπονδὰς λελύσθαι καὶ πολεμητέα εἶναι οὐ τοσοῦτον τῶν ξυμμάχων πεισθέντες τοῖς λόγοις ὅσον φοβούμενοι τοὺς Ἀθηναίους μὴ ἐπὶ μεῖζον δυνηθῶσιν , ὁρῶντες αὐτοῖς τὰ πολλὰ τῆς Ἑλλάδος ὑποχείρια ἤδη ὄντα .