1.85.2 καὶ πρὸς τοὺς Ἀθηναίους πέμπετε μὲν περὶ τῆς Ποτειδαίας , πέμπετε δὲ περὶ ὧν οἱ ξύμμαχοί φασιν ἀδικεῖσθαι , ἄλλως τε καὶ ἑτοίμων ὄντων αὐτῶν δίκας δοῦναι · ἐπὶ δὲ τὸν διδόντα οὐ πρότερον νόμιμον ὡς ἐπ’ ἀδικοῦντα ἰέναι . παρασκευάζεσθε δὲ τὸν πόλεμον ἅμα . ταῦτα γὰρ καὶ κράτιστα βουλεύσεσθε καὶ τοῖς ἐναντίοις φοβερώτατα . "
1.85.3 καὶ μὲν Ἀρχίδαμος τοιαῦτα εἶπεν · παρελθὼν δὲ Σθενελαΐδας τελευταῖος , εἷς τῶν ἐφόρων τότε ὤν , ἔλεξεν [ τοῖς Λακεδαιμονίοις ] ὧδε .
1.86.1 " τοὺς μὲν λόγους τοὺς πολλοὺς τῶν Ἀθηναίων οὐ γιγνώσκω · ἐπαινέσαντες γὰρ πολλὰ ἑαυτοὺς οὐδαμοῦ ἀντεῖπον ὡς οὐκ ἀδικοῦσι τοὺς ἡμετέρους ξυμμάχους καὶ τὴν Πελοπόννησον · καίτοι εἰ πρὸς τοὺς Μήδους ἐγένοντο ἀγαθοὶ τότε , πρὸς δ’ ἡμᾶς κακοὶ νῦν , διπλασίας ζημίας ἄξιοί εἰσιν , ὅτι ἀντ’ ἀγαθῶν κακοὶ γεγένηνται .
1.86.2 ἡμεῖς δὲ ὁμοῖοι καὶ τότε καὶ νῦν ἐσμέν , καὶ τοὺς ξυμμάχους , ἢν σωφρονῶμεν , οὐ περιοψόμεθα ἀδικουμένους οὐδὲ μελλήσομεν τιμωρεῖν · οἱ δ’ οὐκέτι μέλλουσι κακῶς πάσχειν .
1.86.3 ἄλλοις μὲν γὰρ χρήματά ἐστι πολλὰ καὶ νῆες καὶ ἵπποι , ἡμῖν δὲ ξύμμαχοι ἀγαθοί , οὓς οὐ παραδοτέα τοῖς Ἀθηναίοις ἐστίν , οὐδὲ δίκαις καὶ λόγοις διακριτέα μὴ λόγῳ καὶ αὐτοὺς βλαπτομένους , ἀλλὰ τιμωρητέα ἐν τάχει καὶ παντὶ σθένει .
1.86.4 καὶ ὡς ἡμᾶς πρέπει βουλεύεσθαι ἀδικουμένους μηδεὶς διδασκέτω , ἀλλὰ τοὺς μέλλοντας ἀδικεῖν μᾶλλον πρέπει πολὺν χρόνον βουλεύεσθαι .