1.69.5 καίτοι ἐλέγεσθε ἀσφαλεῖς εἶναι , ὧν ἄρα λόγος τοῦ ἔργου ἐκράτει . τόν τε γὰρ Μῆδον αὐτοὶ ἴσμεν ἐκ περάτων γῆς πρότερον ἐπὶ τὴν Πελοπόννησον ἐλθόντα τὰ παρ’ ὑμῶν ἀξίως προαπαντῆσαι , καὶ νῦν τοὺς Ἀθηναίους οὐχ ἑκάς , ὥσπερ ἐκεῖνον , ἀλλ’ ἐγγὺς ὄντας περιορᾶτε , καὶ ἀντὶ τοῦ ἐπελθεῖν αὐτοὶ ἀμύνεσθαι βούλεσθε μᾶλλον ἐπιόντας , καὶ ἐς τύχας πρὸς πολλῷ δυνατωτέρους ἀγωνιζόμενοι καταστῆναι , ἐπιστάμενοι καὶ τὸν βάρβαρον αὐτὸν περὶ αὑτῷ τὰ πλείω σφαλέντα , καὶ πρὸς αὐτοὺς τοὺς Ἀθηναίους πολλὰ ἡμᾶς ἤδη τοῖς ἁμαρτήμασιν αὐτῶν μᾶλλον τῇ ἀφ’ ὑμῶν τιμωρίᾳ περιγεγενημένους , ἐπεὶ αἵ γε ὑμέτεραι ἐλπίδες ἤδη τινάς που καὶ ἀπαρασκεύους διὰ τὸ πιστεῦσαι ἔφθειραν .
1.69.6 καὶ μηδεὶς ὑμῶν ἐπ’ ἔχθρᾳ τὸ πλέον αἰτίᾳ νομίσῃ τάδε λέγεσθαι · αἰτία μὲν γὰρ φίλων ἀνδρῶν ἐστὶν ἁμαρτανόντων , κατηγορία δὲ ἐχθρῶν ἀδικησάντων .
1.70.1 " καὶ ἅμα , εἴπερ τινὲς καὶ ἄλλοι , ἄξιοι νομίζομεν εἶναι τοῖς πέλας ψόγον ἐπενεγκεῖν , ἄλλως τε καὶ μεγάλων τῶν διαφερόντων καθεστώτων , περὶ ὧν οὐκ αἰσθάνεσθαι ἡμῖν γε δοκεῖτε , οὐδ’ ἐκλογίσασθαι πώποτε πρὸς οἵους ὑμῖν Ἀθηναίους ὄντας καὶ ὅσον ὑμῶν καὶ ὡς πᾶν διαφέροντας ἀγὼν ἔσται .
1.70.2 οἱ μέν γε νεωτεροποιοὶ καὶ ἐπινοῆσαι ὀξεῖς καὶ ἐπιτελέσαι ἔργῳ ἂν γνῶσιν · ὑμεῖς δὲ τὰ ὑπάρχοντά τε σῴζειν καὶ ἐπιγνῶναι μηδὲν καὶ ἔργῳ οὐδὲ τἀναγκαῖα ἐξικέσθαι .