1.69.1 καὶ τῶνδε ὑμεῖς αἴτιοι , τό τε πρῶτον ἐάσαντες αὐτοὺς τὴν πόλιν μετὰ τὰ Μηδικὰ κρατῦναι καὶ ὕστερον τὰ μακρὰ στῆσαι τείχη , ἐς τόδε τε αἰεὶ ἀποστεροῦντες οὐ μόνον τοὺς ὑπ’ ἐκείνων δεδουλωμένους ἐλευθερίας , ἀλλὰ καὶ τοὺς ὑμετέρους ἤδη ξυμμάχους · οὐ γὰρ δουλωσάμενος , ἀλλ’ δυνάμενος μὲν παῦσαι περιορῶν δὲ ἀληθέστερον αὐτὸ δρᾷ , εἴπερ καὶ τὴν ἀξίωσιν τῆς ἀρετῆς ὡς ἐλευθερῶν τὴν Ἑλλάδα φέρεται .
1.69.2 μόλις δὲ νῦν γε ξυνήλθομεν καὶ οὐδὲ νῦν ἐπὶ φανεροῖς . χρῆν γὰρ οὐκ εἰ ἀδικούμεθα ἔτι σκοπεῖν , ἀλλὰ καθ’ ὅτι ἀμυνούμεθα · οἱ γὰρ δρῶντες βεβουλευμένοι πρὸς οὐ διεγνωκότας ἤδη καὶ οὐ μέλλοντες ἐπέρχονται .
1.69.3 καὶ ἐπιστάμεθα οἵᾳ ὁδῷ οἱ Ἀθηναῖοι καὶ ὅτι κατ’ ὀλίγον χωροῦσιν ἐπὶ τοὺς πέλας . καὶ λανθάνειν μὲν οἰόμενοι διὰ τὸ ἀναίσθητον ὑμῶν ἧσσον θαρσοῦσι , γνόντες δὲ εἰδότας περιορᾶν ἰσχυρῶς ἐγκείσονται .
1.69.4 ἡσυχάζετε γάρ , μόνοι Ἑλλήνων , Λακεδαιμόνιοι , οὐ τῇ δυνάμει τινά , ἀλλὰ τῇ μελλήσει ἀμυνόμενοι , καὶ μόνοι οὐκ ἀρχομένην τὴν αὔξησιν τῶν ἐχθρῶν διπλασιουμένην δὲ καταλύοντες .