1.61.4 καὶ ἀφικόμενοι ἐς Βέροιαν κἀκεῖθεν ἐπὶ Στρέψαν καὶ πειράσαντες πρῶτον τοῦ χωρίου καὶ οὐχ ἑλόντες ἐπορεύοντο κατὰ γῆν πρὸς τὴν Ποτείδαιαν , τρισχιλίοις μὲν ὁπλίταις ἑαυτῶν , χωρὶς δὲ τῶν ξυμμάχων πολλοῖς , ἱππεῦσι δὲ ἑξακοσίοις Μακεδόνων τοῖς μετὰ Φιλίππου καὶ Παυσανίου · ἅμα δὲ νῆες παρέπλεον ἑβδομήκοντα .
1.61.5 κατ’ ὀλίγον δὲ προϊόντες τριταῖοι ἀφίκοντο ἐς Γίγωνον καὶ ἐστρατοπεδεύσαντο .
1.62.1 Ποτειδεᾶται δὲ καὶ οἱ μετὰ Ἀριστέως Πελοποννήσιοι προσδεχόμενοι τοὺς Ἀθηναίους ἐστρατοπεδεύοντο πρὸς Ὀλύνθου ἐν τῷ ἰσθμῷ , καὶ ἀγορὰν ἔξω τῆς πόλεως ἐπεποίηντο .
1.62.2 στρατηγὸν μὲν οὖν τοῦ πεζοῦ παντὸς οἱ ξύμμαχοι ᾕρηντο Ἀριστέα , τῆς δὲ ἵππου Περδίκκαν · ἀπέστη γὰρ εὐθὺς πάλιν τῶν Ἀθηναίων καὶ ξυνεμάχει τοῖς Ποτειδεάταις , Ἰόλαον ἀνθ’ αὑτοῦ καταστήσας ἄρχοντα .
1.62.3 ἦν δὲ γνώμη τοῦ Ἀριστέως τὸ μὲν μεθ’ ἑαυτοῦ στρατόπεδον ἔχοντι ἐν τῷ ἰσθμῷ ἐπιτηρεῖν τοὺς Ἀθηναίους , ἢν ἐπίωσι , Χαλκιδέας δὲ καὶ τοὺς ἔξω ἰσθμοῦ ξυμμάχους καὶ τὴν παρὰ Περδίκκου διακοσίαν ἵππον ἐν Ὀλύνθῳ μένειν , καὶ ὅταν Ἀθηναῖοι ἐπὶ σφᾶς χωρῶσι , κατὰ νώτου βοηθοῦντας ἐν μέσῳ ποιεῖν αὑτῶν τοὺς πολεμίους .
1.62.4 Καλλίας δ’ αὖ τῶν Ἀθηναίων στρατηγὸς καὶ οἱ ξυνάρχοντες τοὺς μὲν Μακεδόνας ἱππέας καὶ τῶν ξυμμάχων ὀλίγους ἐπὶ Ὀλύνθου ἀποπέμπουσιν , ὅπως εἴργωσι τοὺς ἐκεῖθεν ἐπιβοηθεῖν , αὐτοὶ δὲ ἀναστήσαντες τὸ στρατόπεδον ἐχώρουν ἐπὶ τὴν Ποτείδαιαν .
1.62.5 καὶ ἐπειδὴ πρὸς τῷ ἰσθμῷ ἐγένοντο καὶ εἶδον τοὺς ἐναντίους παρασκευαζομένους ὡς ἐς μάχην , ἀντικαθίσταντο καὶ αὐτοί , καὶ οὐ πολὺ ὕστερον ξυνέμισγον .