1.59.2 νομίσαντες δὲ οἱ στρατηγοὶ ἀδύνατα εἶναι πρός τε Περδίκκαν πολεμεῖν τῇ παρούσῃ δυνάμει καὶ τὰ ξυναφεστῶτα χωρία τρέπονται ἐπὶ τὴν Μακεδονίαν , ἐφ’ ὅπερ καὶ τὸ πρῶτον ἐξεπέμποντο , καὶ καταστάντες ἐπολέμουν μετὰ Φιλίππου καὶ τῶν Δέρδου ἀδελφῶν ἄνωθεν στρατιᾷ ἐσβεβληκότων .
1.60.1 καὶ ἐν τούτῳ οἱ Κορίνθιοι , τῆς Ποτειδαίας ἀφεστηκυίας καὶ τῶν Ἀττικῶν νεῶν περὶ Μακεδονίαν οὐσῶν , δεδιότες περὶ τῷ χωρίῳ καὶ οἰκεῖον τὸν κίνδυνον ἡγούμενοι πέμπουσιν ἑαυτῶν τε ἐθελοντὰς καὶ τῶν ἄλλων Πελοποννησίων μισθῷ πείσαντες ἑξακοσίους καὶ χιλίους τοὺς πάντας ὁπλίτας καὶ ψιλοὺς τετρακοσίους .
1.60.2 ἐστρατήγει δὲ αὐτῶν Ἀριστεὺς Ἀδειμάντου , κατὰ φιλίαν τε αὐτοῦ οὐχ ἥκιστα οἱ πλεῖστοι ἐκ Κορίνθου στρατιῶται ἐθελονταὶ ξυνέσποντο · ἦν γὰρ τοῖς Ποτειδεάταις αἰεί ποτε ἐπιτήδειος .
1.60.3 καὶ ἀφικνοῦνται τεσσαρακοστῇ ἡμέρᾳ ὕστερον ἐπὶ Θρᾴκης Ποτείδαια ἀπέστη .
1.61.1 ἦλθε δὲ καὶ τοῖς Ἀθηναίοις εὐθὺς ἀγγελία τῶν πόλεων ὅτι ἀφεστᾶσι , καὶ πέμπουσιν , ὡς ᾔσθοντο καὶ τοὺς μετ’ Ἀριστέως ἐπιπαριόντας , δισχιλίους ἑαυτῶν ὁπλίτας καὶ τεσσαράκοντα ναῦς πρὸς τὰ ἀφεστῶτα , καὶ Καλλίαν τὸν Καλλιάδου πέμπτον αὐτὸν στρατηγόν ,
1.61.2 οἳ ἀφικόμενοι ἐς Μακεδονίαν πρῶτον καταλαμβάνουσι τοὺς προτέρους χιλίους Θέρμην ἄρτι ᾑρηκότας καὶ Πύδναν πολιορκοῦντας .
1.61.3 προσκαθεζόμενοι δὲ καὶ αὐτοὶ τὴν Πύδναν ἐπολιόρκησαν μέν , ἔπειτα δὲ ξύμβασιν ποιησάμενοι καὶ ξυμμαχίαν ἀναγκαίαν πρὸς τὸν Περδίκκαν , ὡς αὐτοὺς κατήπειγεν Ποτείδαια καὶ Ἀριστεὺς παρεληλυθώς , ἀπανίστανται ἐκ τῆς Μακεδονίας ,