1.14.3 Αἰγινῆται γὰρ καὶ Ἀθηναῖοι , καὶ εἴ τινες ἄλλοι , βραχέα ἐκέκτηντο , καὶ τούτων τὰ πολλὰ πεντηκοντόρους · ὀψέ τε ἀφ’ οὗ Ἀθηναίους Θεμιστοκλῆς ἔπεισεν Αἰγινήταις πολεμοῦντας , καὶ ἅμα τοῦ βαρβάρου προσδοκίμου ὄντος , τὰς ναῦς ποιήσασθαι αἷσπερ καὶ ἐναυμάχησαν · καὶ αὗται οὔπω εἶχον διὰ πάσης καταστρώματα .
1.15.1 τὰ μὲν οὖν ναυτικὰ τῶν Ἑλλήνων τοιαῦτα ἦν , τά τε παλαιὰ καὶ τὰ ὕστερον γενόμενα . ἰσχὺν δὲ περιεποιήσαντο ὅμως οὐκ ἐλαχίστην οἱ προσσχόντες αὐτοῖς χρημάτων τε προσόδῳ καὶ ἄλλων ἀρχῇ · ἐπιπλέοντες γὰρ τὰς νήσους κατεστρέφοντο , καὶ μάλιστα ὅσοι μὴ διαρκῆ εἶχον χώραν .
1.15.2 κατὰ γῆν δὲ πόλεμος , ὅθεν τις καὶ δύναμις παρεγένετο , οὐδεὶς ξυνέστη · πάντες δὲ ἦσαν , ὅσοι καὶ ἐγένοντο , πρὸς ὁμόρους τοὺς σφετέρους ἑκάστοις , καὶ ἐκδήμους στρατείας πολὺ ἀπὸ τῆς ἑαυτῶν ἐπ’ ἄλλων καταστροφῇ οὐκ ἐξῇσαν οἱ Ἕλληνες . οὐ γὰρ ξυνειστήκεσαν πρὸς τὰς μεγίστας πόλεις ὑπήκοοι , οὐδ’ αὖ αὐτοὶ ἀπὸ τῆς ἴσης κοινὰς στρατείας ἐποιοῦντο , κατ’ ἀλλήλους δὲ μᾶλλον ὡς ἕκαστοι οἱ ἀστυγείτονες ἐπολέμουν .
1.15.3 μάλιστα δὲ ἐς τὸν πάλαι ποτὲ γενόμενον πόλεμον Χαλκιδέων καὶ Ἐρετριῶν καὶ τὸ ἄλλο Ἑλληνικὸν ἐς ξυμμαχίαν ἑκατέρων διέστη .
1.16.1 ἐπεγένετο δὲ ἄλλοις τε ἄλλοθι κωλύματα μὴ αὐξηθῆναι , καὶ Ἴωσι προχωρησάντων ἐπὶ μέγα τῶν πραγμάτων Κῦρος καὶ Περσικὴ βασιλεία Κροῖσον καθελοῦσα καὶ ὅσα ἐντὸς Ἅλυος ποταμοῦ πρὸς θάλασσαν ἐπεστράτευσε καὶ τὰς ἐν τῇ ἠπείρῳ πόλεις ἐδούλωσε , Δαρεῖός τε ὕστερον τῷ Φοινίκων ναυτικῷ κρατῶν καὶ τὰς νήσους .