1.13.5 οἰκοῦντες γὰρ τὴν πόλιν οἱ Κορίνθιοι ἐπὶ τοῦ Ἰσθμοῦ αἰεὶ δή ποτε ἐμπόριον εἶχον , τῶν Ἑλλήνων τὸ πάλαι κατὰ γῆν τὰ πλείω κατὰ θάλασσαν , τῶν τε ἐντὸς Πελοποννήσου καὶ τῶν ἔξω , διὰ τῆς ἐκείνων παρ’ ἀλλήλους ἐπιμισγόντων , χρήμασί τε δυνατοὶ ἦσαν , ὡς καὶ τοῖς παλαιοῖς ποιηταῖς δεδήλωται · ἀφνειὸν γὰρ ἐπωνόμασαν τὸ χωρίον . ἐπειδή τε οἱ Ἕλληνες μᾶλλον ἔπλῳζον , τὰς ναῦς κτησάμενοι τὸ λῃστικὸν καθῄρουν , καὶ ἐμπόριον παρέχοντες ἀμφότερα δυνατὴν ἔσχον χρημάτων προσόδῳ τὴν πόλιν .
1.13.6 καὶ Ἴωσιν ὕστερον πολὺ γίγνεται ναυτικὸν ἐπὶ Κύρου Περσῶν πρώτου βασιλεύοντος καὶ Καμβύσου τοῦ υἱέος αὐτοῦ , τῆς τε καθ’ ἑαυτοὺς θαλάσσης Κύρῳ πολεμοῦντες ἐκράτησάν τινα χρόνον . καὶ Πολυκράτης Σάμου τυραννῶν ἐπὶ Καμβύσου ναυτικῷ ἰσχύων ἄλλας τε τῶν νήσων ὑπηκόους ἐποιήσατο καὶ Ῥήνειαν ἑλὼν ἀνέθηκε τῷ Ἀπόλλωνι τῷ Δηλίῳ . Φωκαῆς τε Μασσαλίαν οἰκίζοντες Καρχηδονίους ἐνίκων ναυμαχοῦντες ·
1.14.1 δυνατώτατα γὰρ ταῦτα τῶν ναυτικῶν ἦν . φαίνεται δὲ καὶ ταῦτα πολλαῖς γενεαῖς ὕστερα γενόμενα τῶν Τρωικῶν τριήρεσι μὲν ὀλίγαις χρώμενα , πεντηκοντόροις δ’ ἔτι καὶ πλοίοις μακροῖς ἐξηρτυμένα ὥσπερ ἐκεῖνα .
1.14.2 ὀλίγον τε πρὸ τῶν Μηδικῶν καὶ τοῦ Δαρείου θανάτου , ὃς μετὰ Καμβύσην Περσῶν ἐβασίλευσε , τριήρεις περί τε Σικελίαν τοῖς τυράννοις ἐς πλῆθος ἐγένοντο καὶ Κερκυραίοις · ταῦτα γὰρ τελευταῖα πρὸ τῆς Ξέρξου στρατείας ναυτικὰ ἀξιόλογα ἐν τῇ Ἑλλάδι κατέστη .