437 γηθοσύνας δ’ ἐδέχοντο παρ’ ἀλλήλων ἔδιδόν τε .
438 τῇσιν δ’ ἐγγύθεν ἦλθ’ Ἑκάτη λιπαροκρήδεμνος ·
439 πολλὰ δ’ ἄρ’ ἀμφαγάπησε κόρην Δημήτερος ἁγνήν ·
440 ἐκ τοῦ οἱ πρόπολος καὶ ὀπάων ἔπλετ’ ἄνασσα .
441 ταῖς δὲ μέτ’ ἄγγελον ἧκε βαρύκτυπος εὐρύοπα Ζεὺς
442 Ῥείην ἠύκομον , Δημήτερα κυανόπεπλον
443 ἀξέμεναι μετὰ φῦλα θεῶν , ὑπέδεκτο δὲ τιμὰς
444 δωσέμεν , ἅς κεν ἕλοιτο μετ’ ἀθανάτοισι θεοῖσι ·
445 νεῦσε δέ οἱ κούρην ἔτεος περιτελλομένοιο
446 τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα ,
447 τὰς δὲ δύω παρὰ μητρὶ καὶ ἄλλοις ἀθανάτοισιν .
448 ὣς ἔφατ’ · οὐδ’ ἀπίθησε θεὰ Διὸς ἀγγελιάων .
449 ἐσσυμένως δ’ ἤιξε κατ’ Οὐλύμποιο καρήνων ,
450 ἐς δ’ ἄρα Ῥάριον ἷξε , φερέσβιον οὖθαρ ἀρούρης
451 τὸ πρίν , ἀτὰρ τότε γ’ οὔτι φερέσβιον , ἀλλὰ ἕκηλον
452 ἑστήκει πανάφυλλον · ἔκευθε δ’ ἄρα κρῖ λευκὸν
453 μήδεσι Δήμητρος καλλισφύρου · αὐτὰρ ἔπειτα
454 μέλλεν ἄφαρ ταναοῖσι κομήσειν ἀσταχύεσσιν
455 ἦρος ἀεξομένοιο , πέδῳ δ’ ἄρα πίονες ὄγμοι
456 βρισέμεν ἀσταχύων , τὰ δ’ ἐν ἐλλεδανοῖσι δεδέσθαι .
457 ἔνθ’ ἐπέβη πρώτιστον ἀπ’ αἰθέρος ἀτρυγέτοιο ·
458 ἀσπασίως δ’ ἴδον ἀλλήλας , κεχάρηντο δὲ θυμῷ .
459 τὴν δ’ ὧδε προσέειπε Ῥέη λιπαροκρήδεμνος ·
460 " δεῦρο τέκος , καλέει σε βαρύκτυπος εὐρύοπα Ζεὺς
461 ἐλθέμεναι μετὰ φῦλα θεῶν , ὑπέδεκτο δὲ τιμὰς
462 δωσέμεν , ἅς κ’ ἐθέλῃσθα μετ’ ἀθανάτοισι θεοῖσι .
463 νεῦσε δέ σοι κούρην ἔτεος περιτελλομένοιο
464 τὴν τριτάτην μὲν μοῖραν ὑπὸ ζόφον ἠερόεντα ,
465 τὰς δὲ δύω παρὰ σοί τε καὶ ἄλλοις ἀθανάτοισιν .
466 ὣς ἄρ’ ἔφη τελέεσθαι · ἑῷ δ’ ἐπένευσε κάρητι .