467 ἀλλ’ ἴθι , τέκνον ἐμόν , καὶ πείθεο , μηδέ τι λίην
468 ἀζηχὲς μενέαινε κελαινεφέι Κρονίωνι .
469 αἶψα δὲ καρπὸν ἄεξε φερέσβιον ἀνθρώποισιν . "
470 ὣς ἔφατ’ . οὐδ’ ἀπίθησεν ἐυστέφανος Δημήτηρ ·
471 αἶψα δὲ καρπὸν ἀνῆκεν ἀρουράων ἐριβώλων ·
472 πᾶσα δὲ φύλλοισίν τε καὶ ἄνθεσιν εὐρεῖα χθὼν
473 ἔβρισ’ · δὲ κιοῦσα θεμιστοπόλοις βασιλεῦσι
474 δεῖξεν Τριπτολέμῳ τε Διοκλεῖ τε πληξίππῳ
475 Εὐμόλπου τε βίῃ Κελεῷ θ’ ἡγήτορι λαῶν
476 δρησμοσύνην θ’ ἱερῶν καὶ ἐπέφραδεν ὄργια πᾶσι ,
477 Τριπτολέμῳ τε Πολυξείνῳ , ἐπὶ τοῖς δὲ Διοκλεῖ
478 σεμνά , τά τ’ οὔπως ἔστι παρεξίμεν οὔτε πυθέσθαι
479 οὔτ’ ἀχέειν · μέγα γάρ τι θεῶν σέβας ἰσχάνει αὐδήν .
480 ὄλβιος , ὃς τάδ’ ὄπωπεν ἐπιχθονίων ἀνθρώπων ·
481 ὃς δ’ ἀτελὴς ἱερῶν ὅς τ’ ἄμμορος , οὔποθ’ ὁμοίων
482 αἶσαν ἔχει φθίμενός περ ὑπὸ ζόφῳ ἠερόεντι .
483 αὐτὰρ ἐπειδὴ πάνθ’ ὑπεθήκατο δῖα θεάων ,
484 βάν ῥ’ ἴμεν Οὔλυμπόνδε θεῶν μεθ’ ὁμήγυριν ἄλλων .
485 ἔνθα δὲ ναιετάουσι παραὶ Διὶ τερπικεραύνῳ
486 σεμναί τ’ αἰδοῖαι τε · μέγ’ ὄλβιος , ὅν τιν’ ἐκεῖναι
487 προφρονέως φίλωνται ἐπιχθονίων ἀνθρώπων ·
488 αἶψα δέ οἱ πέμπουσιν ἐφέστιον ἐς μέγα δῶμα
489 Πλοῦτον , ὃς ἀνθρώποις ἄφενος θνητοῖσι δίδωσιν .
490 ἀλλ’ ἄγ’ Ἐλευσῖνος θυοέσσης δῆμον ἔχουσα
491 καὶ Πάρον ἀμφιρύτην Ἀντρῶνά τε πετρήεντα ,
492 πότνια , ἀγλαόδωρ’ , ὡρηφόρε , Δηοῖ ἄνασσα ,
493 αὐτὴ καὶ κούρη περικαλλὴς Περσεφόνεια ·
494 πρόφρονες ἀντ’ ᾠδῆς βίοτον θυμήρε’ ὄπαζε .
495 αὐτὰρ ἐγὼ καὶ σεῖο καὶ ἄλλης μνήσομ’ ἀοιδῆς .