406 " τοιγὰρ ἐγώ τοι , μῆτερ , ἐρέω νημερτέα πάντα ·
407 εὖτέ μοι Ἑρμῆς ἦλθ’ ἐριούνιος ἄγγελος ὠκὺς
408 πὰρ πατέρος Κρονίδαο καὶ ἄλλων Οὐρανιώνων ,
409 ἐλθεῖν ἐξ Ἐρέβευς , ἵνα ὀφθαλμοῖσιν ἰδοῦσα
410 λήξαις ἀθανάτοισι χόλου καὶ μήνιος αἰνῆς ,
411 αὐτίκ’ ἐγὼν ἀνόρουσ’ ὑπὸ χάρματος · αὐτὰρ λάθρῃ
412 ἔμβαλέ μοι ῥοιῆς κόκκον , μελιηδέ’ ἐδωδήν ,
413 ἄκουσαν δὲ βίῃ με προσηνάγκασσε πάσασθαι .
414 ὡς δέ μ’ ἀναρπάξας Κρονίδεω πυκινὴν διὰ μῆτιν
415 ᾤχετο πατρὸς ἐμοῖο , φέρων ὑπὸ κεύθεα γαίης ,
416 ἐξερέω , καὶ πάντα διίξομαι , ὡς ἐρεείνεις .
417 ἡμεῖς μὲν μάλα πᾶσαι ἀν’ ἱμερτὸν λειμῶνα ,
418 Λευκίππη Φαινώ τε καὶ Ἠλέκτρη καὶ Ἰάνθη
419 καὶ Μελίτη Ἰάχη τε Ῥόδειά τε Καλλιρόη τε
420 Μηλόβοσίς τε Τύχη τε καὶ Ὠκυρόη καλυκῶπις
421 Χρυσηίς τ’ Ἰάνειρά τ’ Ἀκάστη τ’ Ἀδμήτη τε
422 καὶ Ῥοδόπη Πλουτώ τε καὶ ἱμερόεσσα Καλυψὼ
423 καὶ Στὺξ Οὐρανίη τε Γαλαξαύρη τ’ ἐρατεινὴ
424 Παλλάς τ’ ἐγρεμάχη καὶ Ἄρτεμις ἰοχέαιρα ,
425 παίζομεν ἠδ’ ἄνθεα δρέπομεν χείρεσσ’ ἐρόεντα ,
426 μίγδα κρόκον τ’ ἀγανὸν καὶ ἀγαλλίδας ἠδ’ ὑάκινθον
427 καὶ ῥοδέας κάλυκας καὶ λείρια , θαῦμα ἰδέσθαι ,
428 νάρκισσόν θ’ , ὃν ἔφυσ’ ὥς περ κρόκον εὐρεῖα χθών .
429 αὐτὰρ ἐγὼ δρεπόμην περὶ χάρματι · γαῖα δ’ ἔνερθε
430 χώρησεν · τῇ δ’ ἔκθορ’ ἄναξ κρατερὸς Πολυδέγμων ·
431 βῆ δὲ φέρων ὑπὸ γαῖαν ἐν ἅρμασι χρυσείοισι
432 πόλλ’ ἀεκαζομένην · ἐβόησα δ’ ἄρ’ ὄρθια φωνῇ .
433 ταῦτά τοι ἀχνυμένη περ ἀληθέα πάντ’ ἀγορεύω . "
434 ὣς τότε μὲν πρόπαν ἦμαρ ὁμόφρονα θυμὸν ἔχουσαι
435 πολλὰ μάλ’ ἀλλήλων κραδίην καὶ θυμὸν ἴαινον
436 ἀμφαγαπαζόμεναι · ἀχέων δ’ ἀπεπαύετο θυμός .