377 δ’ ὀχέων ἐπέβη , πάρα δὲ κρατὺς Ἀργειφόντης
378 ἡνία καὶ μάστιγα λαβὼν μετὰ χερσὶ φίλῃσι
379 σεῦε διὲκ μεγάρων · τὼ δ’ οὐκ ἀέκοντε πετέσθην .
380 ῥίμφα δὲ μακρὰ κέλευθα διήνυσαν · οὐδὲ θάλασσα
381 οὔθ’ ὕδωρ ποταμῶν οὔτ’ ἄγκεα ποιήεντα
382 ἵππων ἀθανάτων οὔτ’ ἄκριες ἔσχεθον ὁρμήν ,
383 ἀλλ’ ὑπὲρ αὐτάων βαθὺν ἠέρα τέμνον ἰόντες .
384 στῆσε δ’ ἄγων , ὅθι μίμνεν ἐυστέφανος Δημήτηρ ,
385 νηοῖο προπάροιθε θυώδεος · δὲ ἰδοῦσα
386 ἤιξ’ , ἠύτε μαινὰς ὄρος κάτα δάσκιον ὕλῃ .
387 Περσεφόνη δ’ ἑτέρωθεν ἐπεὶ ἴδεν ὄμματα καλὰ
388 μητρὸς ἑῆς κατ’ ἄρ’ γ’ ὄχεα προλιποῦσα καὶ ἵππους
389 ἆλτο θέειν , δειρῇ δέ οἱ ἔμπεσε ἀμφιχυθεῖσα ·
390 τῇ δὲ φίλην ἔτι παῖδα ἑῇς μετὰ χερσὶν ἐχούσῃ
391 αἶψα δόλον θυμός τιν’ ὀίσατο , τρέσσε δ’ ἄρ’ αἰνῶς
392 παυομένη φιλότητος , ἄφαρ δ’ ἐρεείνετο μύθῳ ·
393 " τέκνον , μή ῥά τι μοι σύ γε πάσσαο νέρθεν ἐοῦσα
394 βρώμης ; ἐξαύδα , μὴ κεῦθ’ , ἵνα εἴδομεν ἄμφω ·
395 ὣς μὲν γάρ κεν ἐοῦσα παρὰ στυγεροῦ Ἀίδαο
396 καὶ παρ’ ἐμοὶ καὶ πατρὶ κελαινεφέϊ Κρονίωνι
397 ναιετάοις πάντεσσι τετιμένη ἀθανάτοισιν .
398 εἰ δ’ ἐπάσω , πάλιν αὖτις ἰοῦσ’ ὑπὸ κεύθεσι γαίης
399 οἰκήσεις ὡρέων τρίτατον μέρος εἰς ἐνιαυτόν ,
400 τὰς δὲ δύω παρ’ ἐμοί τε καὶ ἄλλοις ἀθανάτοισιν .
401 ὁππότε δ’ ἄνθεσι γαῖ’ εὐώδεσιν εἰαρινοῖσι
402 παντοδαποῖς θάλλῃ , τόθ’ ὑπὸ ζόφου ἠερόεντος
403 αὖτις ἄνει μέγα θαῦμα θεοῖς θνητοῖς τ’ ἀνθρώποις .
403a εἶπε δὲ πῶς σ’ ἥρπαξεν ὑπὸ ζόφον ἠερόεντα
404 καὶ τίνι σ’ ἐξαπάτησε δόλῳ κρατερὸς Πολυδέγμων ; "
405 τὴν δ’ αὖ Περσεφόνη περικαλλὴς ἀντίον ηὔδα ·