344 πόλλ’ ἀεκαζομένῃ μητρὸς πόθῳ · δ’ ἀποτηλοῦ
345 ἔργοις θεῶν μακάρων δεινὴν μητίσετο βουλήν .
346 ἀγχοῦ δ’ ἱστάμενος προσέφη κρατὺς Ἀργειφόντης ·
347 " Ἅιδη κυανοχαῖτα , καταφθιμένοισιν ἀνάσσων ,
348 Ζεύς με πατὴρ ἤνωγεν ἀγαυὴν Περσεφόνειαν
349 ἐξαγαγεῖν Ἐρέβευσφι μετὰ σφέας , ὄφρα μήτηρ
350 ὀφθαλμοῖσιν ἰδοῦσα χόλου καὶ μήνιος αἰνῆς
351 ἀθανάτοις λήξειεν · ἐπεὶ μέγα μήδεται ἔργον ,
352 φθῖσαι φῦλ’ ἀμενηνὰ χαμαιγενέων ἀνθρώπων ,
353 σπέρμ’ ὑπὸ γῆς κρύπτουσα , καταφθινύθουσα δὲ τιμὰς
354 ἀθανάτων · δ’ αἰνὸν ἔχει χόλον , οὐδὲ θεοῖσι
355 μίσγεται , ἀλλ’ ἀπάνευθε θυώδεος ἔνδοθι νηοῦ
356 ἧσται Ἐλευσῖνος κραναὸν πτολίεθρον ἔχουσα . "
357 ὣς φάτο · μείδησεν δὲ ἄναξ ἐνέρων Ἀιδωνεὺς
358 ὀφρύσιν , οὐδ’ ἀπίθησε Διὸς βασιλῆος ἐφετμῇς ·
359 ἐσσυμένως δ’ ἐκέλευσε δαΐφρονι Περσεφονείῃ ·
360 " ἔρχεο , Περσεφόνη , παρὰ μητέρα κυανόπεπλον
361 ἤπιον ἐν στήθεσσι μένος καὶ θυμὸν ἔχουσα ,
362 μηδέ τι δυσθύμαινε λίην περιώσιον ἄλλων ·
363 οὔ τοι ἐν ἀθανάτοισιν ἀεικὴς ἔσσομ’ ἀκοίτης ,
364 αὐτοκασίγνητος πατρὸς Διός · ἔνθα δ’ ἐοῦσα
365 δεσπόσσεις πάντων ὁπόσα ζώει τε καὶ ἕρπει ,
366 τιμὰς δὲ σχήσησθα μετ’ ἀθανάτοισι μεγίστας .
367 τῶν δ’ ἀδικησάντων τίσις ἔσσεται ἤματα πάντα ,
368 οἵ κεν μὴ θυσίῃσι τεὸν μένος ἱλάσκωνται
369 εὐαγέως ἔρδοντες , ἐναίσιμα δῶρα τελοῦντες . "
370 ὣς φάτο · γήθησεν δὲ περίφρων Περσεφόνεια ,
371 καρπαλίμως δ’ ἀνόρουσ’ ὑπὸ χάρματος · αὐτὰρ γ’ αὐτὸς
372 ῥοιῆς κόκκον ἔδωκε φαγεῖν μελιηδέα λάθρῃ ,
373 ἀμφὶ νωμήσας , ἵνα μὴ μένοι ἤματα πάντα
374 αὖθι παρ’ αἰδοίῃ Δημήτερι κυανοπέπλῳ .
375 ἵππους δὲ προπάροιθεν ὑπὸ χρυσέοισιν ὄχεσφιν
376 ἔντυεν ἀθανάτους Πολυσημάντωρ Ἀιδωνεύς .