311 λιμοῦ ὑπ’ ἀργαλέης , γεράων τ’ ἐρικυδέα τιμὴν
312 καὶ θυσιῶν ἤμερσεν Ὀλύμπια δώματ’ ἔχοντας ,
313 εἰ μὴ Ζεὺς ἐνόησεν ἑῷ τ’ ἐφράσσατο θυμῷ .
314 Ἶριν δὲ πρῶτον χρυσόπτερον ὦρσε καλέσσαι
315 Δήμητρ’ ἠύκομον , πολυήρατον εἶδος ἔχουσαν .
316 ὣς ἔφαθ’ · δὲ Ζηνὶ κελαινεφέι Κρονίωνι
317 πείθετο καὶ τὸ μεσηγὺ διέδραμεν ὦκα πόδεσσιν .
318 ἵκετο δὲ πτολίεθρον Ἐλευσῖνος θυοέσσης ,
319 εὗρεν δ’ ἐν νηῷ Δημήτερα κυανόπεπλον
320 καί μιν φωνήσασ’ ἔπεα πτερόεντα προσηύδα ·
321 " Δήμητερ , καλέει σε πατὴρ Ζεὺς ἄφθιτα εἰδὼς
322 ἐλθέμεναι μετὰ φῦλα θεῶν αἰειγενετάων .
323 ἄλλ’ ἴθι , μηδ’ ἀτέλεστον ἐμὸν ἔπος ἐκ Διὸς ἔστω . "
324 ὣς φάτο λισσομένη · τῇ δ’ οὐκ ἐπεπείθετο θυμός .
325 αὖτις ἔπειτα πατὴρ μάκαρας θεοὺς αἰὲν ἐόντας
326 πάντας ἐπιπροΐαλλεν · ἀμοιβηδὶς δὲ κιόντες
327 κίκλησκον καὶ πολλὰ δίδον περικαλλέα δῶρα
328 τιμάς θ’ , ἅς κ’ ἐθέλοιτο μετ’ ἀθανάτοισιν ἑλέσθαι .
329 ἀλλ’ οὔτις πεῖσαι δύνατο φρένας οὐδὲ νόημα
330 θυμῷ χωομένης · στερεῶς δ’ ἠναίνετο μύθους .
331 οὐ μὲν γάρ ποτ’ ἔφασκε θυώδεος Οὐλύμποιο
332 πρίν γ’ ἐπιβήσεσθαι , οὐ πρὶν γῆς καρπὸν ἀνήσειν ,
333 πρὶν ἴδοι ὀφθαλμοῖσιν ἑὴν εὐώπιδα κούρην .
334 αὐτὰρ ἐπεὶ τό γ’ ἄκουσε βαρύκτυπος εὐρύοπα Ζεύς ,
335 εἰς Ἔρεβος πέμψε χρυσόρραπιν Ἀργειφόντην ,
336 ὄφρ’ Ἀίδην μαλακοῖσι παραιφάμενος ἐπέεσσιν
337 ἁγνὴν Περσεφόνειαν ὑπὸ ζόφου ἠερόεντος
338 ἐς φάος ἐξαγάγοι μετὰ δαίμονας , ὄφρα μήτηρ
339 ὀφθαλμοῖσιν ἰδοῦσα μεταλήξειε χόλοιο .
340 Ἑρμῆς δ’ οὐκ ἀπίθησεν , ἄφαρ δ’ ὑπὸ κεύθεα γαίης
341 ἐσσυμένως κατόρουσε λιπὼν ἕδος Οὐλύμποιο .
342 τέτμε δὲ τόν γε ἄνακτα δόμων ἔντοσθεν ἐόντα ,
343 ἥμενον ἐν λεχέεσσι σὺν αἰδοίῃ παρακοίτι ,