279 λάμπε θεᾶς , ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους ,
280 αὐγῆς δ’ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς ·
281 βῆ δὲ διὲκ μεγάρων · τῆς δ’ αὐτίκα γούνατ’ ἔλυντο ,
282 δηρὸν δ’ ἄφθογγος γένετο χρόνον , οὐδέ τι παιδὸς
283 μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι .
284 τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν ,
285 κὰδ δ’ ἄρ’ ἀπ’ εὐστρώτων λεχέων θόρον · μὲν ἔπειτα
286 παῖδ’ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ ·
287 δ’ ἄρα πῦρ ἀνέκαι’ · δ’ ἔσσυτο πόσσ’ ἁπαλοῖσι
288 μητέρ’ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο .
289 ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
290 ἀμφαγαπαζόμεναι · τοῦ δ’ οὐ μειλίσσετο θυμός ·
291 χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι .
292 αἳ μὲν παννύχιαι κυδρὴν θεὸν ἱλάσκοντο
293 δείματι παλλόμεναι , ἅμα δ’ ἠοῖ φαινομένηφιν
294 εὐρυβίῃ Κελεῷ νημερτέα μυθήσαντο ,
295 ὡς ἐπέτελλε θεά , καλλιστέφανος Δημήτηρ .
296 αὐτὰρ γ’ εἰς ἀγορὴν καλέσας πολυπείρονα λαὸν
297 ἤνωγ’ ἠυκόμῳ Δημήτερι πίονα νηὸν
298 ποιῆσαι καὶ βωμὸν ἐπὶ προὔχοντι κολωνῷ .
299 οἳ δὲ μάλ’ αἶψ’ ἐπίθοντο καὶ ἔκλυον αὐδήσαντος ,
300 τεῦχον δ’ , ὡς ἐπέτελλ’ . δ’ ἀέξετο δαίμονι ἶσος .
301 αὐτὰρ ἐπεὶ τέλεσαν καὶ ἐρώησαν καμάτοιο ,
302 βάν ῥ’ ἴμεν οἴκαδ’ ἕκαστος · ἀτὰρ ξανθὴ Δημήτηρ
303 ἔνθα καθεζομένη μακάρων ἀπὸ νόσφιν ἁπάντων
304 μίμνε πόθῳ μινύθουσα βαθυζώνοιο θυγατρός .
305 αἰνότατον δ’ ἐνιαυτὸν ἐπὶ χθόνα πουλυβότειραν
306 ποίησ’ ἀνθρώποις καὶ κύντατον · οὐδέ τι γαῖα
307 σπέρμ’ ἀνίει , κρύπτεν γὰρ ἐυστέφανος Δημήτηρ ·
308 πολλὰ δὲ καμπύλ’ ἄροτρα μάτην βόες εἷλκον ἀρούραις ·
309 πολλὸν δὲ κρῖ λευκὸν ἐτώσιον ἔμπεσε γαίῃ ·
310 καί νύ κε πάμπαν ὄλεσσε γένος μερόπων ἀνθρώπων