247 καί ῥ’ ὀλοφυρομένη ἔπεα πτερόεντα προσηύδα ·
248 " τέκνον Δημοφόων , ξείνη σε πυρὶ ἔνι πολλῷ
249 κρύπτει , ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν . "
250 ὣς φάτ’ ὀδυρομένη · τῆς δ’ ἄιε δῖα θεάων .
251 τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
252 παῖδα φίλον , τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε ,
253 χείρεσσ’ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε ,
254 ἐξανελοῦσα πυρός , θυμῷ κοτέσασα μάλ’ αἰνῶς ,
255 καί ῥ’ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν ·
256 " νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ’ ἀγαθοῖο
257 αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο ·
258 καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης .
259 ἴστω γὰρ θεῶν ὅρκος , ἀμείλικτον Στυγὸς ὕδωρ ,
260 ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
261 παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν ·
262 νῦν δ’ οὐκ ἔσθ’ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι ·
263 τιμὴ δ’ ἄφθιτος αἰὲν ἐπέσσεται , οὕνεκα γούνων
264 ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν .
265 ὥρῃσιν δ’ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
266 παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
267 αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ’ ἤματα πάντα .
268 εἰμὶ δὲ Δημήτηρ τιμάοχος , ἥτε μέγιστον
269 ἀθανάτοις θνητοῖς τ’ ὄνεαρ καὶ χάρμα τέτυκται .
270 ἀλλ’ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ’ αὐτῷ
271 τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
272 Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ .
273 ὄργια δ’ αὐτὴ ἐγὼν ὑποθήσομαι , ὡς ἂν ἔπειτα
274 εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε . "
275 ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
276 γῆρας ἀπωσαμένη · περί τ’ ἀμφί τε κάλλος ἄητο ·
277 ὀδμὴ δ’ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
278 σκίδνατο , τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο