218 νῦν δ’ , ἐπεὶ ἵκεο δεῦρο , παρέσσεται ὅσσα τ’ ἐμοί περ .
219 παῖδα δέ μοι τρέφε τόνδε , τὸν ὀψίγονον καὶ ἄελπτον
220 ὤπασαν ἀθάνατοι , πολυάρητος δέ μοί ἐστιν .
221 εἰ τόν γε θρέψαιο καὶ ἥβης μέτρον ἵκοιτο ,
222 ῥεῖά κέ τίς σε ἰδοῦσα γυναικῶν θηλυτεράων
223 ζηλώσαι · τόσα κέν τοι ἀπὸ θρεπτήρια δοίην . "
224 τὴν δ’ αὖτε προσέειπεν ἐυστέφανος Δημήτηρ ·
225 " καὶ σύ , γύναι , μάλα χαῖρε , θεοὶ δέ τοι ἐσθλὰ πόροιεν ·
226 παῖδα δέ τοι πρόφρων ὑποδέξομαι , ὥς με κελεύεις ,
227 θρέψω κοὔ μιν , ἔολπα , κακοφραδίῃσι τιθήνης
228 οὔτ’ ἄρ’ ἐπηλυσίη δηλήσεται οὔθ’ ὑποτάμνον ·
229 οἶδα γὰρ ἀντίτομον μέγα φέρτερον ὑλοτόμοιο ,
230 οἶδα δ’ ἐπηλυσίης πολυπήμονος ἐσθλὸν ἐρυσμόν . "
231 ὣς ἄρα φωνήσασα θυώδεϊ δέξατο κόλπῳ
232 χείρεσσ’ ἀθανάτῃσι · γεγήθει δὲ φρένα μήτηρ .
233 ὣς μὲν Κελεοῖο δαΐφρονος ἀγλαὸν υἱὸν
234 Δημοφόωνθ’ , ὃν ἔτικτεν ἐύζωνος Μετάνειρα ,
235 ἔτρεφεν ἐν μεγάροις · δ’ ἀέξετο δαίμονι ἶσος ,
236 οὔτ’ οὖν σῖτον ἔδων , οὐ θησάμενος γάλα μητρὸς
236a ἠματίη μὲν γὰρ καλλιστέφανος Δημήτηρ
237 χρίεσκ’ ἀμβροσίῃ ὡσεὶ θεοῦ ἐκγεγαῶτα
238 ἡδὺ καταπνείουσα καὶ ἐν κόλποισιν ἔχουσα ·
239 νύκτας δὲ κρύπτεσκε πυρὸς μένει ἠύτε δαλὸν
240 λάθρα φίλων γονέων · τοῖς δὲ μέγα θαῦμ’ ἐτέτυκτο ,
241 ὡς προθαλὴς τελέθεσκε · θεοῖσι γὰρ ἄντα ἐῴκει .
242 καί κέν μιν ποίησεν ἀγήρων τ’ ἀθάνατόν τε ,
243 εἰ μὴ ἄρ’ ἀφραδίῃσιν ἐύζωνος Μετάνειρα
244 νύκτ’ ἐπιτηρήσασα θυώδεος ἐκ θαλάμοιο
245 σκέψατο · κώκυσεν δὲ καὶ ἄμφω πλήξατο μηρὼ
246 δείσασ’ περὶ παιδὶ καὶ ἀάσθη μέγα θυμῷ