35 αὐγάς τ’ ἠελίου , ἔτι δ’ ἤλπετο μητέρα κεδνὴν
36 ὄψεσθαι καὶ φῦλα θεῶν αἰειγενετάων ,
37 τόφρα οἱ ἐλπὶς ἔθελγε μέγαν νόον ἀχνυμένης περ ·
38 ἤχησαν δ’ ὀρέων κορυφαὶ καὶ βένθεα πόντου
39 φωνῇ ὑπ’ ἀθανάτῃ · τῆς δ’ ἔκλυε πότνια μήτηρ .
40 ὀξὺ δέ μιν κραδίην ἄχος ἔλλαβεν , ἀμφὶ δὲ χαίταις
41 ἀμβροσίαις κρήδεμνα δαΐζετο χερσὶ φίλῃσι ,
42 κυάνεον δὲ κάλυμμα κατ’ ἀμφοτέρων βάλετ’ ὤμων ,
43 σεύατο δ’ ὥστ’ οἰωνός , ἐπὶ τραφερήν τε καὶ ὑγρὴν
44 μαιομένη · τῇ δ’ οὔτις ἐτήτυμα μυθήσασθαι
45 ἤθελεν οὔτε θεῶν οὔτε θνητῶν ἀνθρώπων ,
46 οὔτ’ οἰωνῶν τις τῇ ἐτήτυμος ἄγγελος ἦλθεν .
47 ἐννῆμαρ μὲν ἔπειτα κατὰ χθόνα πότνια Δηὼ
48 στρωφᾶτ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα ,
49 οὐδέ ποτ’ ἀμβροσίης καὶ νέκταρος ἡδυπότοιο
50 πάσσατ’ ἀκηχεμένη , οὐδὲ χρόα βάλλετο λουτροῖς .
51 ἀλλ’ ὅτε δὴ δεκάτη οἱ ἐπήλυθε φαινολὶς ἠώς ,
52 ἤντετό οἱ Ἑκάτη , σέλας ἐν χείρεσσιν ἔχουσα
53 καί ῥά οἱ ἀγγελέουσα ἔπος φάτο φώνησέν τε ·
54 " πότνια Δημήτηρ , ὡρηφόρε , ἀγλαόδωρε ,
55 τίς θεῶν οὐρανίων ἠὲ θνητῶν ἀνθρώπων
56 ἥρπασε Περσεφόνην καὶ σὸν φίλον ἤκαχε θυμόν ;
57 φωνῆς γὰρ ἤκουσ’ , ἀτὰρ οὐκ ἴδον ὀφθαλμοῖσιν ,
58 ὅστις ἔην · σοὶ δ’ ὦκα λέγω νημερτέα πάντα . "
59 ὣς ἄρ’ ἔφη Ἑκάτη · τὴν δ’ οὐκ ἠμείβετο μύθῳ
60 Ῥείης ἠυκόμου θυγάτηρ , ἀλλ’ ὦκα σὺν αὐτῇ
61 ἤιξ’ αἰθομένας δαΐδας μετὰ χερσὶν ἔχουσα .
62 Ἠέλιον δ’ ἵκοντο , θεῶν σκοπὸν ἠδὲ καὶ ἀνδρῶν ,
63 στὰν δ’ ἵππων προπάροιθε καὶ εἴρετο δῖα θεάων ·
64 " ἠέλι’ , αἴδεσσαί με θεὰν σύ περ , εἴ ποτε δή σευ